Add parallel Print Page Options

16 Καὶ ἰδοὺ εἷς προσελθὼν [a]αὐτῷ εἶπεν· [b]Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα [c]σχῶ ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με [d]ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις [e]εἰς τὴν ζωὴν εἰσελθεῖν, [f]τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς [g]εἶπεν· Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· [h]Πάντα ταῦτα [i]ἐφύλαξα· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ [j]δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [k]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν [l]λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι [m]πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [n]τρυπήματος ῥαφίδος [o]εἰσελθεῖν ἢ πλούσιον [p]εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 25 ἀκούσαντες δὲ οἱ [q]μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, [r]καθήσεσθε καὶ [s]ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς [t]ὅστις ἀφῆκεν [u]οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ [v]γυναῖκα ἢ τέκνα ἢ [w]ἀγροὺς ἕνεκεν τοῦ [x]ὀνόματός μου, [y]ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 αὐτῷ εἶπεν WH Treg NIV ] εἶπεν αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 Διδάσκαλε WH Treg NIV ] + ἀγαθέ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 σχῶ WH Treg NIV ] ἔχω RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NIV ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NIV ] εἰσελθεῖν εἰς τὴν ζωήν RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 τήρησον NIV RP ] τήρει WH Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:18 εἶπεν Treg NIV RP ] ἔφη WH
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:20 Πάντα ταῦτα NIV RP ] Ταῦτα πάντα WH Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:20 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην ἐκ νεότητός μου RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21 δὸς RP ] + τοῖς WH Treg NIV
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21 οὐρανοῖς WH Treg NIV ] οὐρανῷ RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:22 λόγον Treg NIV RP ] + τοῦτον WH
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23 πλούσιος δυσκόλως WH Treg NIV ] δυσκόλως πλούσιος RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 τρυπήματος Treg NIV RP ] τρήματος WH
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰσελθεῖν WH Treg ] διελθεῖν NIV RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NIV; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:25 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 καθήσεσθε WH NIV ] καθίσεσθε Treg RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 ὑμεῖς WH NIV RP ] αὐτοὶ Treg
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὅστις WH Treg NIV ] ὅς RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 οἰκίας ἢ WH NIV RP ] Treg
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 γυναῖκα ἢ RP ] WH Treg NIV
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἀγροὺς WH NIV RP ] + ἢ οἰκίας Treg
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὀνόματός μου Treg NIV RP ] ἐμοῦ ὀνόματος WH
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἑκατονταπλασίονα NIV RP ] πολλαπλασίονα WH Treg

16 και ιδου εις προσελθων ειπεν αυτω διδασκαλε αγαθε τι αγαθον ποιησω ινα εχω ζωην αιωνιον

17 ο δε ειπεν αυτω τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος ει δε θελεις εισελθειν εις την ζωην τηρησον τας εντολας

18 λεγει αυτω ποιας ο δε ιησους ειπεν το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις

19 τιμα τον πατερα σου και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον

20 λεγει αυτω ο νεανισκος παντα ταυτα εφυλαξαμην εκ νεοτητος μου τι ετι υστερω

21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι

22 ακουσας δε ο νεανισκος τον λογον απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα

23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι δυσκολως πλουσιος εισελευσεται εις την βασιλειαν των ουρανων

24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρυπηματος ραφιδος διελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν

25 ακουσαντες δε οι μαθηται αυτου εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι

26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα εστιν

27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν

28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλιγγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθισεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ

29 και πας ος αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους ενεκεν του ονοματος μου εκατονταπλασιονα ληψεται και ζωην αιωνιον κληρονομησει

30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι

Read full chapter

16 και ιδου εις προσελθων αυτω ειπεν διδασκαλε τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον

17 ο δε ειπεν αυτω τι με ερωτας περι του αγαθου εις εστιν ο αγαθος ει δε θελεις εις την ζωην εισελθειν τηρει τας εντολας

18 λεγει αυτω ποιας ο δε ιησους εφη το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις

19 τιμα τον πατερα και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον

20 λεγει αυτω ο νεανισκος ταυτα παντα εφυλαξα τι ετι υστερω

21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος [τοις] πτωχοις και εξεις θησαυρον εν ουρανοις και δευρο ακολουθει μοι

22 ακουσας δε ο νεανισκος τον λογον [τουτον] απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα

23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων

24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρηματος ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου

25 ακουσαντες δε οι μαθηται εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι

26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα

27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν

28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλιγγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθησεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ

29 και πας οστις αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η τεκνα η αγρους ενεκεν του εμου ονοματος πολλαπλασιονα λημψεται και ζωην αιωνιον κληρονομησει

30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι

Read full chapter