Add parallel Print Page Options

19 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Καὶ προσῆλθον [a]αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ [b]λέγοντες· Εἰ ἔξεστιν [c]ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς [d]εἶπεν· Οὐκ ἀνέγνωτε ὅτι ὁ [e]κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· [f]Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ [g]κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [h]αὐτήν; λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. λέγω δὲ ὑμῖν [i]ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται [j]καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.

10 Λέγουσιν αὐτῷ οἱ [k]μαθηταί· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον [l]τοῦτον ἀλλ’ οἷς δέδοται. 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 αὐτῷ WH Treg NIV ] + οἱ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 λέγοντες WH Treg NIV ] + αὐτῷ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 ἀνθρώπῳ Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 κτίσας WH Treg NIV ] ποιήσας RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 Ἕνεκα WH Treg NIV ] Ἕνεκεν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 κολληθήσεται WH Treg NIV ] προσκολληθήσεται RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:7 αὐτήν NIV RP ] WH Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 ὅτι WH NIV RP ] Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] WH NIV
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:10 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:11 τοῦτον Treg NIV RP ] WH

19 και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλιλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου

και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει

και προσηλθον αυτω οι φαρισαιοι πειραζοντες αυτον και λεγοντες αυτω ει εξεστιν ανθρωπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν

ο δε αποκριθεις ειπεν αυτοις ουκ ανεγνωτε οτι ο ποιησας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους

και ειπεν ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και προσκολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν

ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω

λεγουσιν αυτω τι ουν μωσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι αυτην

λεγει αυτοις οτι μωσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων απ αρχης δε ου γεγονεν ουτως

λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου ει μη επι πορνεια και γαμηση αλλην μοιχαται και ο απολελυμενην γαμησας μοιχαται

10 λεγουσιν αυτω οι μαθηται αυτου ει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος ου συμφερει γαμησαι

11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον τουτον αλλ οις δεδοται

12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω

Read full chapter