Add parallel Print Page Options

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν [a]προσηνέχθη [b]αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ [c]κύριος πραθῆναι καὶ τὴν [d]γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα [e]ἔχει καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· [f]Μακροθύμησον ἐπ’ [g]ἐμοί, καὶ πάντα [h]ἀποδώσω σοι. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· [i]Ἀπόδος εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος [j]αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ’ [k]ἐμοί, καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως [l]οὗ ἀποδῷ τὸ ὀφειλόμενον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 προσηνέχθη NIV RP ] προσήχθη WH Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 αὐτῷ εἷς Treg NIV RP ] εἷς αὐτῷ WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 γυναῖκα WH NIV ] + αὐτοῦ Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 ἔχει WH Treg NIV ] εἶχεν RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 Μακροθύμησον WH Treg NIV ] Κύριε Μακροθύμησον RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἐμοί WH NIV RP ] ἐμέ Treg
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἀποδώσω σοι WH Treg NIV ] σοι ἀποδώσω RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:28 Ἀπόδος WH Treg NIV ] + μοι RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 αὐτοῦ WH Treg NIV ] + εἰς τοὺς πόδας αὐτοῦ RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 ἐμοί WH NIV RP ] ἐμέ Treg
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:30 οὗ RP ] – WH Treg NIV

23 δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει ος ηθελησεν συναραι λογον μετα των δουλων αυτου

24 αρξαμενου δε αυτου συναιρειν προσηνεχθη αυτω εις οφειλετης μυριων ταλαντων

25 μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος αυτου πραθηναι και την γυναικα αυτου και τα τεκνα και παντα οσα ειχεν και αποδοθηναι

26 πεσων ουν ο δουλος προσεκυνει αυτω λεγων κυριε μακροθυμησον επ εμοι και παντα σοι αποδωσω

27 σπλαγχνισθεις δε ο κυριος του δουλου εκεινου απελυσεν αυτον και το δανειον αφηκεν αυτω

28 εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου ος ωφειλεν αυτω εκατον δηναρια και κρατησας αυτον επνιγεν λεγων αποδος μοι ο τι οφειλεις

29 πεσων ουν ο συνδουλος αυτου εις τους ποδας αυτου παρεκαλει αυτον λεγων μακροθυμησον επ εμοι και παντα αποδωσω σοι

30 ο δε ουκ ηθελεν αλλα απελθων εβαλεν αυτον εις φυλακην εως ου αποδω το οφειλομενον

Read full chapter