Add parallel Print Page Options

15 Τότε προσέρχονται τῷ [a]Ἰησοῦ ἀπὸ Ἱεροσολύμων [b]Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [c]αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ θεὸς [d]εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, [e]οὐ μὴ [f]τιμήσει τὸν πατέρα [g]αὐτοῦ· καὶ ἠκυρώσατε [h]τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· [i]Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ [j]μαθηταὶ [k]λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· [l]τυφλοί εἰσιν ὁδηγοί τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Ἰησοῦ WH Treg NIV ] + οἱ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ Φαρισαῖοι RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:2 αὐτῶν Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 οὐ WH Treg NIV ] καὶ οὐ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τιμήσει WH Treg NIV ] τιμήσῃ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8 Ὁ λαὸς οὗτος WH Treg NIV ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 λέγουσιν WH Treg NIV ] εἶπον RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:14 τυφλοί εἰσιν ὁδηγοί τυφλῶν Treg NA ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP

15 τοτε προσερχονται τω ιησου οι απο ιεροσολυμων γραμματεις και φαρισαιοι λεγοντες

διατι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων ου γαρ νιπτονται τας χειρας αυτων οταν αρτον εσθιωσιν

ο δε αποκριθεις ειπεν αυτοις διατι και υμεις παραβαινετε την εντολην του θεου δια την παραδοσιν υμων

ο γαρ θεος ενετειλατο λεγων τιμα τον πατερα σου και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτατω

υμεις δε λεγετε ος αν ειπη τω πατρι η τη μητρι δωρον ο εαν εξ εμου ωφεληθης και ου μη τιμηση τον πατερα αυτου η την μητερα αυτου

και ηκυρωσατε την εντολην του θεου δια την παραδοσιν υμων

υποκριται καλως προεφητευσεν περι υμων ησαιας λεγων

εγγιζει μοι ο λαος ουτος τω στοματι αυτων και τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου

ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων

10 και προσκαλεσαμενος τον οχλον ειπεν αυτοις ακουετε και συνιετε

11 ου το εισερχομενον εις το στομα κοινοι τον ανθρωπον αλλα το εκπορευομενον εκ του στοματος τουτο κοινοι τον ανθρωπον

12 τοτε προσελθοντες οι μαθηται αυτου ειπον αυτω οιδας οτι οι φαρισαιοι ακουσαντες τον λογον εσκανδαλισθησαν

13 ο δε αποκριθεις ειπεν πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιος εκριζωθησεται

14 αφετε αυτους οδηγοι εισιν τυφλοι τυφλων τυφλος δε τυφλον εαν οδηγη αμφοτεροι εις βοθυνον πεσουνται

Read full chapter