Add parallel Print Page Options

13 [a]Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14 καὶ [b]ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ [c]μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπεν· Φέρετέ μοι [d]ὧδε αὐτούς. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ [e]τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

22 Καὶ εὐθέως [f]ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι [g]εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη [h]σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς [i]ἦλθεν πρὸς [j]αὐτοὺς περιπατῶν ἐπὶ [k]τὴν θάλασσαν. 26 [l]οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ [m]τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 [n]εὐθὺς δὲ ἐλάλησεν [o]αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

28 Ἀποκριθεὶς δὲ [p]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με [q]ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ [r]πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα [s]καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον [t]ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 καὶ [u]ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ [v]πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.

34 Καὶ διαπεράσαντες ἦλθον [w]ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:13 Ἀκούσας δὲ WH Treg NIV ] Καὶ ἀκούσας RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:14 ἐξελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:15 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:18 ὧδε αὐτούς WH Treg NIV ] αὐτοὺς ὧδε RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:19 τοῦ χόρτου WH Treg NIV ] τοὺς χόρτους RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 ἠνάγκασεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 εἰς WH Treg ] + τὸ NIV RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:24 σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NIV ] μέσον τῆς θαλάσσης ἦν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 ἦλθεν WH Treg NA ] ἀπῆλθεν NIV RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 αὐτοὺς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 τὴν θάλασσαν WH Treg NIV ] τῆς θαλάσσης RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NIV ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 τῆς θαλάσσης WH Treg NIV ] τὴν θάλασσαν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 εὐθὺς WH Treg NIV ] Εὐθέως RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NIV
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 αὐτῷ ὁ Πέτρος εἶπεν Treg NIV RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 ἐλθεῖν πρὸς σὲ WH Treg NIV ] πρός σε ἐλθεῖν RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 πλοίου WH Treg ] + ὁ NIV RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 καὶ ἦλθεν WH NIV ] ἐλθεῖν Treg RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30 ἰσχυρὸν Treg RP NA ] WH NIV
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:32 ἀναβάντων WH Treg NIV ] ἐμβάντων RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:33 πλοίῳ WH NIV ] + ἐλθόντες Treg RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:34 ἐπὶ τὴν γῆν εἰς WH Treg NIV ] εἰς τὴν γῆν RP

13 και ακουσας ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ιδιαν και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων

14 και εξελθων ο ιησους ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτους και εθεραπευσεν τους αρρωστους αυτων

15 οψιας δε γενομενης προσηλθον αυτω οι μαθηται αυτου λεγοντες ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν απολυσον τους οχλους ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα

16 ο δε ιησους ειπεν αυτοις ου χρειαν εχουσιν απελθειν δοτε αυτοις υμεις φαγειν

17 οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας

18 ο δε ειπεν φερετε μοι αυτους ωδε

19 και κελευσας τους οχλους ανακλιθηναι επι τους χορτους και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις

20 και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις

21 οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων

22 και ευθεως ηναγκασεν ο ιησους τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν αυτον εις το περαν εως ου απολυση τους οχλους

23 και απολυσας τους οχλους ανεβη εις το ορος κατ ιδιαν προσευξασθαι οψιας δε γενομενης μονος ην εκει

24 το δε πλοιον ηδη μεσον της θαλασσης ην βασανιζομενον υπο των κυματων ην γαρ εναντιος ο ανεμος

25 τεταρτη δε φυλακη της νυκτος απηλθεν προς αυτους ο ιησους περιπατων επι της θαλασσης

26 και ιδοντες αυτον οι μαθηται επι την θαλασσαν περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν

27 ευθεως δε ελαλησεν αυτοις ο ιησους λεγων θαρσειτε εγω ειμι μη φοβεισθε

28 αποκριθεις δε αυτω ο πετρος ειπεν κυριε ει συ ει κελευσον με προς σε ελθειν επι τα υδατα

29 ο δε ειπεν ελθε και καταβας απο του πλοιου ο πετρος περιεπατησεν επι τα υδατα ελθειν προς τον ιησουν

30 βλεπων δε τον ανεμον ισχυρον εφοβηθη και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με

31 ευθεως δε ο ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εις τι εδιστασας

32 και εμβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος

33 οι δε εν τω πλοιω ελθοντες προσεκυνησαν αυτω λεγοντες αληθως θεου υιος ει

34 και διαπερασαντες ηλθον εις την γην γεννησαρετ

35 και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας

36 και παρεκαλουν αυτον ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν

Read full chapter