ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:1-9
SBL Greek New Testament
13 [a]Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς [b]τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· 2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν [c]εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. 3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. 4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ [d]ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά. 5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς, 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ [e]ἔπνιξαν αὐτά. 8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα. 9 ὁ ἔχων [f]ὦτα ἀκουέτω.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:1 Ἐν WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:1 τῆς WH Treg NIV ] ἀπὸ τῆς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:2 εἰς WH Treg NIV ] + τὸ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:4 ἐλθόντα τὰ πετεινὰ WH NIV ] ἦλθεν τὰ πετεινὰ καὶ RP; ἦλθον τὰ πετεινὰ καὶ Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:7 ἔπνιξαν NIV ] ἀπέπνιξαν WH Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:9 ὦτα WH NIV ] + ἀκούειν Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software