ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:36-43
SBL Greek New Testament
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν [a]οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· [b]Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 ὁ δὲ ἀποκριθεὶς [c]εἶπεν· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια [d]αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ [e]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ [f]αἰῶνος· 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων [g]ὦτα ἀκουέτω.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:36 οἰκίαν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:36 Διασάφησον WH Treg NIV ] Φράσον RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:37 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:39 αἰῶνός WH Treg NIV ] τοῦ αἰῶνός RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:40 καίεται Treg RP ] κατακαίεται WH NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:40 αἰῶνος WH Treg NIV ] + τούτου RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:43 ὦτα WH NIV ] + ἀκούειν Treg RP
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:36-43
1550 Stephanus New Testament
36 τοτε αφεις τους οχλους ηλθεν εις την οικιαν ο ιησους και προσηλθον αυτω οι μαθηται αυτου λεγοντες φρασον ημιν την παραβολην των ζιζανιων του αγρου
37 ο δε αποκριθεις ειπεν αυτοις ο σπειρων το καλον σπερμα εστιν ο υιος του ανθρωπου
38 ο δε αγρος εστιν ο κοσμος το δε καλον σπερμα ουτοι εισιν οι υιοι της βασιλειας τα δε ζιζανια εισιν οι υιοι του πονηρου
39 ο δε εχθρος ο σπειρας αυτα εστιν ο διαβολος ο δε θερισμος συντελεια του αιωνος εστιν οι δε θερισται αγγελοι εισιν
40 ωσπερ ουν συλλεγεται τα ζιζανια και πυρι κατακαιεται ουτως εσται εν τη συντελεια του αιωνος τουτου
41 αποστελει ο υιος του ανθρωπου τους αγγελους αυτου και συλλεξουσιν εκ της βασιλειας αυτου παντα τα σκανδαλα και τους ποιουντας την ανομιαν
42 και βαλουσιν αυτους εις την καμινον του πυρος εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
43 τοτε οι δικαιοι εκλαμψουσιν ως ο ηλιος εν τη βασιλεια του πατρος αυτων ο εχων ωτα ακουειν ακουετω
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software