Add parallel Print Page Options

Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· [a]ἀφίενταί [b]σου αἱ ἁμαρτίαι. καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. καὶ [c]εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· [d]Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· [e]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [f]Ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· [g]Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι [h]ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, [i]καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι [j]ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 [k]δὲ ἀκούσας [l]εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ [m]ἁμαρτωλούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 ἀφίενταί WH Treg NIV ] ἀφέωνταί RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 σου αἱ ἁμαρτίαι WH Treg NIV ] σοι αἱ ἁμαρτίαι σου RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 εἰδὼς WH Treg NIV ] ἰδὼν RP NA
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 Ἱνατί WH Treg NIV ] + ὑμεῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:6 Ἐγερθεὶς NIV RP ] Ἔγειρε WH Treg
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:8 ἐφοβήθησαν WH Treg NIV ] ἐθαύμασαν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:10 καὶ WH Treg RP NA ] NIV
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:11 ἔλεγον WH Treg NIV ] εἶπον RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:12 δὲ WH NIV ] + Ἰησοῦς Treg RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:12 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:13 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP