Add parallel Print Page Options

28 Καὶ [a]ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν [b]Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ [c]σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, [d]ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς [e]τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ [f]ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς [g]ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Καὶ [h]ἐμβὰς [i]εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:28 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:28 Γαδαρηνῶν WH Treg NIV ] Γεργεσηνῶν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:29 σοί WH Treg NIV ] + Ἰησοῦ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:31 ἀπόστειλον ἡμᾶς WH Treg NIV ] ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:32 τοὺς χοίρους WH Treg NIV ] τὴν ἀγέλην τῶν χοίρων RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:32 ἀγέλη WH Treg NIV ] + τῶν χοίρων RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:34 ὑπάντησιν WH Treg NIV ] συνάντησιν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 ἐμβὰς WH Treg RP NA ] + ὁ Ἰησοῦς NIV
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 εἰς WH Treg NIV ] + τὸ RP