Add parallel Print Page Options

23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι [a]πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [b]τρυπήματος ῥαφίδος [c]εἰσελθεῖν ἢ πλούσιον [d]εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 25 ἀκούσαντες δὲ οἱ [e]μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, [f]καθήσεσθε καὶ [g]ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς [h]ὅστις ἀφῆκεν [i]οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ [j]γυναῖκα ἢ τέκνα ἢ [k]ἀγροὺς ἕνεκεν τοῦ [l]ὀνόματός μου, [m]ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23 πλούσιος δυσκόλως WH Treg NIV ] δυσκόλως πλούσιος RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 τρυπήματος Treg NIV RP ] τρήματος WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰσελθεῖν WH Treg ] διελθεῖν NIV RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NIV; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:25 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 καθήσεσθε WH NIV ] καθίσεσθε Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 ὑμεῖς WH NIV RP ] αὐτοὶ Treg
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὅστις WH Treg NIV ] ὅς RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 οἰκίας ἢ WH NIV RP ] Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 γυναῖκα ἢ RP ] WH Treg NIV
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἀγροὺς WH NIV RP ] + ἢ οἰκίας Treg
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὀνόματός μου Treg NIV RP ] ἐμοῦ ὀνόματος WH
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἑκατονταπλασίονα NIV RP ] πολλαπλασίονα WH Treg