ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:5-15
SBL Greek New Testament
5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 ἀσθενοῦντας θεραπεύετε, [a]νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9 μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ [b]ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς [c]αὐτοῦ. 11 εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν [d]πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς [e]ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι [f]ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:8 νεκροὺς ἐγείρετε WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 ῥάβδον WH Treg NIV ] ῥάβδους RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 αὐτοῦ WH Treg NIV ] + ἐστιν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:13 πρὸς Treg NIV RP ] ἐφ’ WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἂν WH Treg NIV ] ἐὰν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἔξω WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software