Add parallel Print Page Options

35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν [a]μαλακίαν. 36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι [b]ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

10 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς [c]αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ [d]Θαδδαῖος, Σίμων ὁ [e]Καναναῖος καὶ Ἰούδας [f]ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:35 μαλακίαν WH Treg NIV ] + ἐν τῷ λαῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:36 ὡσεὶ WH NIV RP ] ὡς Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:2 αὐτοῦ Treg RP ] + καὶ WH NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:3 Θαδδαῖος WH Treg NIV ] Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:4 Καναναῖος WH Treg NIV ] Κανανίτης RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:4 WH NIV ] Treg RP