Add parallel Print Page Options

21 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ [a]εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε [b]Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς· [c]Πορεύεσθε εἰς τὴν κώμην τὴν [d]κατέναντι ὑμῶν, καὶ [e]εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες [f]ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· [g]εὐθὺς δὲ [h]ἀποστελεῖ αὐτούς. Τοῦτο [i]δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ [j]ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς [k]συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν [l]ἐπ’ αὐτῶν τὰ [m]ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντες [n]αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; 11 οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν [o]ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 εἰς WH Treg NIV ] πρὸς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 Ἰησοῦς WH NIV ] ὁ Ἰησοῦς Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 Πορεύεσθε WH Treg NIV ] Πορεύθητε RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 κατέναντι WH Treg NIV ] ἀπέναντι RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 εὐθέως Treg NIV RP ] εὐθὺς WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 ἀγάγετέ WH NIV RP ] ἄγετέ Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 ἀποστελεῖ WH Treg NIV ] ἀποστέλλει RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:4 δὲ WH Treg NIV ] + ὅλον RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:5 ἐπὶ WH Treg NIV ] RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:6 συνέταξεν WH Treg NIV ] προσέταξεν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:7 ἐπ᾽ WH Treg NIV ] ἐπάνω RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:7 ἱμάτια WH Treg NIV ] + αὐτῶν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:9 αὐτὸν WH Treg NIV ] RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:11 ὁ προφήτης Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς ὁ προφήτης RP