ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15-22
SBL Greek New Testament
15 Ἐὰν δὲ ἁμαρτήσῃ [a]εἰς σὲ ὁ ἀδελφός σου, [b]ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα [c]ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα [d]ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα [e]ἐν οὐρανῷ. 19 Πάλιν [f]ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο [g]συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν [h]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 εἰς σὲ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 ὕπαγε WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 ἀμὴν WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NIV ] ὑμῶν συμφωνήσωσιν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NIV
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software