Add parallel Print Page Options

30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι [a]ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος [b]ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν [c]Πέτρῳ [d]καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· [e]Εἴ τις θέλει ὀπίσω μου [f]ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ [g]ἐὰν θέλῃ τὴν [h]ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν [i]ἀπολέσει τὴν [j]ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου [k]σώσει αὐτήν. 36 τί γὰρ [l]ὠφελεῖ [m]ἄνθρωπον [n]κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37 [o]τί γὰρ [p]δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:32 ὁ Πέτρος αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ Πέτρος RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 Πέτρῳ WH Treg NIV ] τῷ Πέτρῳ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 καὶ λέγει WH Treg NIV ] λέγων RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 Εἴ τις WH Treg NIV ] Ὅστις RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἐὰν WH Treg NIV ] ἂν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἀπολέσει WH Treg NIV ] ἀπολέσῃ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 σώσει WH Treg NIV ] οὗτος σώσει RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ὠφελεῖ WH NIV ] ὠφελήσει Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ἄνθρωπον WH NIV RP ] τὸν ἄνθρωπον Treg
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NIV ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 τί γὰρ WH Treg NIV ] Ἢ τί RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 δοῖ WH Treg NIV ] δώσει RP