Add parallel Print Page Options

Ἐν ἐκείναις ταῖς ἡμέραις [a]πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, [b]προσκαλεσάμενος τοὺς [c]μαθητὰς λέγει αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [d]καί τινες αὐτῶν [e]ἀπὸ μακρόθεν [f]ἥκασιν. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [g]ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας; καὶ [h]ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. καὶ [i]παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα [j]παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας [k]αὐτὰ εἶπεν [l]καὶ ταῦτα παρατιθέναι. [m]καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν [n]δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10 καὶ [o]εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη [p]ζητεῖ σημεῖον; ἀμὴν λέγω [q]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς [r]πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.

14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς [s]ἀλλήλους ὅτι ἄρτους οὐκ [t]ἔχουσιν. 17 καὶ [u]γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; [v]πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους [w]κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20 ὅτε [x]καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; [y]καὶ λέγουσιν αὐτῷ· Ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· [z]Οὔπω συνίετε;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 πάλιν πολλοῦ WH Treg NIV ] παμπόλλου RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 προσκαλεσάμενος WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 καί τινεςWH Treg NIV ] τινὲς γὰρ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἀπὸ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἥκασιν Treg NIV ] εἰσίν WH; ἥκουσιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:4 ὅτι WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:5 ἠρώτα WH Treg NIV ] ἐπηρώτα RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παραγγέλλει WH Treg NIV ] παρήγγειλεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παρατιθῶσιν WH Treg NIV ] παραθῶσιν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 αὐτὰ WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 καὶ ταῦτα παρατιθέναι WH Treg NIV ] παραθεῖναι καὶ αὐτά RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:8 καὶ ἔφαγον WH Treg NIV ] Ἔφαγον δέ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:9 δὲ WH NIV ] + οἱ φαγόντες Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:10 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ζητεῖ σημεῖον WH Treg NIV ] σημεῖον ἐπιζητεῖ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ὑμῖν Treg NIV RP ] – WH
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:13 πάλιν ἐμβὰς WH NA ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἀλλήλους WH Treg NA ] + λέγοντες NIV RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἔχουσιν WH Treg NA ] ἔχομεν NIV RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 γνοὺς WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 πεπωρωμένην WH Treg NIV ] Ἔτι πεπωρωμένην RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:19 κλασμάτων πλήρεις WH Treg NIV ] πλήρεις κλασμάτων RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ NIV ] – WH NA; δὲ Treg RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ λέγουσιν αὐτῷ WH NIV ] οἱ δὲ εἶπον Treg RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:21 Οὔπω WH NIV ] Πῶς Treg; Πῶς οὐ RP