Add parallel Print Page Options

24 [a]Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ [b]ὅρια [c]Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· 25 [d]ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 [e]ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 [f]καὶ ἔλεγεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ [g]καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ [h]τοῖς κυναρίοις βαλεῖν. 28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· [i]Κύριε, [j]καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης [k]ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν [l]ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ [m]παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.

31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου [n]ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ κωφὸν [o]καὶ [p]μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· 35 [q]καὶ [r]ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [s]λέγωσιν· ὅσον δὲ [t]αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν [u]καὶ ἀλάλους λαλεῖν.

Ἐν ἐκείναις ταῖς ἡμέραις [v]πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, [w]προσκαλεσάμενος τοὺς [x]μαθητὰς λέγει αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [y]καί τινες αὐτῶν [z]ἀπὸ μακρόθεν [aa]ἥκασιν. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [ab]ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας; καὶ [ac]ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. καὶ [ad]παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα [ae]παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας [af]αὐτὰ εἶπεν [ag]καὶ ταῦτα παρατιθέναι. [ah]καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν [ai]δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10 καὶ [aj]εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Ἐκεῖθεν δὲ WH NIV ] Καὶ ἐκεῖθεν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 ὅρια WH Treg NIV ] μεθόρια RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Τύρου NIV ] + καὶ Σιδῶνος WH Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:25 ἀλλ’ εὐθὺς ἀκούσασα WH Treg NIV ] Ἀκούσασα γὰρ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:26 ἡ δὲ γυνὴ ἦν WH NIV ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καὶ ἔλεγεν WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καλόν ἐστιν RP] ἐστιν καλὸν WH Treg NIV
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 τοῖς κυναρίοις βαλεῖν WH Treg NIV ] βαλεῖν τοῖς κυναρίοις RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 Κύριε Holmes NA ] Ναί κύριε WH Treg NIV RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 καὶ WH Treg NA ] + γὰρ NIV RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 ἐσθίουσιν WH Treg NIV ] ἐσθίει RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:29 ἐκ … σου τὸ δαιμόνιον WH NIV ] τὸ δαιμόνιον ἐκ … σου Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NIV ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:31 ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NIV ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 καὶ WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 μογιλάλον WH NIV ] μογγιλάλον Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 καὶ WH Treg ] + εὐθέως NIV RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 ἠνοίγησαν WH Treg NIV ] διηνοίχθησαν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 λέγωσιν WH Treg NIV ] εἴπωσιν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NIV ] αὐτὸς αὐτοῖς διεστέλλετο RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:37 καὶ WH Treg ] + τοὺς NIV RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 πάλιν πολλοῦ WH Treg NIV ] παμπόλλου RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 προσκαλεσάμενος WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 καί τινεςWH Treg NIV ] τινὲς γὰρ RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἀπὸ WH Treg NIV ] – RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἥκασιν Treg NIV ] εἰσίν WH; ἥκουσιν RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:4 ὅτι WH Treg NIV ] – RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:5 ἠρώτα WH Treg NIV ] ἐπηρώτα RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παραγγέλλει WH Treg NIV ] παρήγγειλεν RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παρατιθῶσιν WH Treg NIV ] παραθῶσιν RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 αὐτὰ WH Treg NIV ] – RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 καὶ ταῦτα παρατιθέναι WH Treg NIV ] παραθεῖναι καὶ αὐτά RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:8 καὶ ἔφαγον WH Treg NIV ] Ἔφαγον δέ RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:9 δὲ WH NIV ] + οἱ φαγόντες Treg RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:10 εὐθὺς WH Treg NIV ] εὐθέως RP