ΚΑΤΑ ΜΑΡΚΟΝ 6:47-51
SBL Greek New Testament
47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ [a]ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος [b]αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν [c]ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν [d]ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. [e]ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν [f]ἐκ περισσοῦ ἐν ἑαυτοῖς [g]ἐξίσταντο,
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 ἰδὼν WH Treg NIV ] εἶδεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 αὐτοῖς WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NIV ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ὅτι φάντασμά ἐστιν WH NIV ] φάντασμα εἶναι Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:50 ὁ δὲ εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐκ περισσοῦ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐξίσταντο WH Treg NIV ] + καὶ ἐθαύμαζον RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software