Add parallel Print Page Options

18 καὶ [a]ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα [b]μετ’ αὐτοῦ ᾖ. 19 [c]καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ [d]ἀπάγγειλον αὐτοῖς ὅσα [e]ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. 20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 [f]καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23 καὶ [g]παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς [h]τὰς χεῖρας αὐτῇ [i]ἵνα σωθῇ καὶ [j]ζήσῃ. 24 καὶ ἀπῆλθεν μετ’ αὐτοῦ.

Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 καὶ [k]γυνὴ οὖσα ἐν ῥύσει αἵματος [l]δώδεκα ἔτη 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 [m]ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτι [n]Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. 29 καὶ [o]εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ [p]εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν [q]αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· [r]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 ὁ δὲ Ἰησοῦς [s]παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν οὐδένα [t]μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ [u]τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶ [v]ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον [w]καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40 καὶ κατεγέλων αὐτοῦ. [x]αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ [y]παιδίον· 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα [z]κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, [aa]ἔγειρε. 42 καὶ [ab]εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν [ac]εὐθὺς ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:18 ἐμβαίνοντος WH Treg NIV ] ἐμβάντος RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:18 μετ᾽ αὐτοῦ ᾖ WH Treg NIV ] ᾖ μετ᾽ αὐτοῦ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 ἀπάγγειλον WH Treg NIV ] ἀνάγγειλον RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 ὁ κύριός σοι WH Treg NIV ] σοι ὁ κύριος RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:22 καὶ WH Treg NIV ] + ἰδού RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 παρακαλεῖ WH Treg NIV ] παρεκάλει RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 τὰς χεῖρας αὐτῇ WH Treg NIV ] αὐτῇ τὰς χεῖρας RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 ἵνα WH Treg NIV ] ὅπως RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 ζήσῃ WH Treg NIV ] ζήσεται RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 γυνὴ WH Treg NIV ] + τις RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 δώδεκα ἔτη WH NIV ] ἔτη δώδεκα Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:27 ἀκούσασα Treg NIV RP ] + τὰ WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:28 Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NIV ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:33 αὐτῇ WH Treg NIV ] ἐπ᾽ αὐτῇ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:34 Θυγάτηρ WH Treg NIV ] θύγατερ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:36 παρακούσας WH Treg NIV ] εὐθέως ἀκούσας RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:37 μετ᾽ αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:37 τὸν WH Treg NIV ] – RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:38 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:38 καὶ WH Treg NIV ] – RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:40 αὐτὸς WH Treg NIV ] Ὁ RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:40 παιδίον WH Treg NIV ] + ἀνακείμενον RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:41 κουμ WH Treg NIV ] κοῦμι RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:41 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:42 *εὐθὺς WH Treg NIV ] εὐθέως RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:42 *εὐθὺς WH Treg NIV ] – RP