ΚΑΤΑ ΜΑΡΚΟΝ 3:13-22
SBL Greek New Testament
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησεν [a]δώδεκα, ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν [b]ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ [c]ἐποίησεν τοὺς δώδεκα, καὶ ἐπέθηκεν [d]ὄνομα τῷ Σίμωνι Πέτρον, 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς [e]ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), 18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν [f]Καναναῖον 19 καὶ Ἰούδαν [g]Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.
20 Καὶ [h]ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [i]ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς [j]μηδὲ ἄρτον φαγεῖν. 21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:14 δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:15 ἐξουσίαν WH Treg NIV ] θεραπεύειν τὰς νόσους καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ἐποίησεν τοὺς δώδεκα καὶ WH NIV ] – Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ὄνομα τῷ Σίμωνι WH Treg NIV ] τῷ Σίμωνι ὄνομα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:17 ὀνόματα Treg NIV RP ] ὄνομα WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:18 Καναναῖον WH Treg NIV ] Κανανίτην RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:19 Ἰσκαριώθ WH Treg NIV ] Ἰσκαριώτην RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 ἔρχεται WH NIV RP ] ἔρχονται Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 μηδὲ WH Treg NIV ] μήτε RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software