Add parallel Print Page Options

Καὶ εἰσῆλθεν πάλιν [a]εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα [b]κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ [c]τὴν χεῖρα ἔχοντι ξηράν· [d]Ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν [e]ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν [f]χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [g]αὐτοῦ. καὶ ἐξελθόντες οἱ Φαρισαῖοι [h]εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον [i]ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Καὶ ὁ Ἰησοῦς [j]μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας [k]ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας [l]καὶ πέραν τοῦ Ἰορδάνου [m]καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, [n]ἀκούοντες ὅσα [o]ἐποίει ἦλθον πρὸς αὐτόν. καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν [p]ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ [q]ἔκραζον [r]λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ [s]αὐτὸν φανερὸν [t]ποιήσωσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:1 εἰς WH ] + τὴν Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:2 κατηγορήσωσιν WH NIV RP ] κατηγορήσουσιν Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ] τὴν ξηράν χεῖρα ἔχοντι NIV; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:4 ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 χεῖρα NIV ] + σου WH Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 αὐτοῦ WH Treg NIV ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 ἐδίδουν WH Treg NIV ] ἐποίουν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NIV ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 ἠκολούθησεν WH Treg NIV ] ἠκολούθησαν αὐτῷ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg RP NA ] + οἱ NIV
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg NIV ] + οἱ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἀκούοντες WH Treg NIV ] ἀκούσαντες RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἐποίει NIV RP ] ποιεῖ WH Treg
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἐθεώρουν προσέπιπτον WH Treg NIV ] ἐθεώρει προσέπιπτεν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἔκραζον WH Treg NIV ] ἔκραζεν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 λέγοντα WH Treg RP ] λέγοντες NIV
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 αὐτὸν φανερὸν WH Treg NIV ] φανερὸν αὐτὸν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 ποιήσωσιν WH NIV RP ] ποιῶσιν Treg