Add parallel Print Page Options

13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

15 Καὶ [a]γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ [b]ἠκολούθουν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς [c]τῶν Φαρισαίων [d]ἰδόντες [e]ὅτι ἐσθίει μετὰ τῶν [f]ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· [g]Ὅτι μετὰ τῶν [h]τελωνῶν καὶ ἁμαρτωλῶν [i]ἐσθίει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [j]ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ [k]ἁμαρτωλούς.

18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [l]Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [m]μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον [n]ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν· 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν [o]ἐκείνῃ τῇ ἡμέρᾳ.

21 [p]Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ [q]ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα [r]ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, [s]ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος [t]ἀπόλλυται καὶ οἱ ἀσκοί. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς [u]καινούς.

23 Καὶ ἐγένετο [v]αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ [w]οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί [x]ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25 καὶ [y]λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 26 [z]πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ [aa]τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27 καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο [ab]καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 γίνεται WH NIV ] γίνεται ἐν τῷ Treg; ἐγένετο ἐν τῷ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 ἠκολούθουν WH Treg NIV ] ἠκολούθησαν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τῶν Φαρισαίων WH Treg NIV ] καὶ οἱ Φαρισαῖοι RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἰδόντες WH NIV RP ] καὶ ἰδόντες Treg
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ὅτι ἐσθίει WH NIV ] ὅτι ἤσθιεν Treg; αὐτὸν ἐσθίοντα RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἁμαρτωλῶν καὶ τελωνῶν WH Treg NIV ] τελωνῶν καὶ ἁμαρτωλῶν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 Ὅτι WH Treg NIV ] Τί ὅτι RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τελωνῶν καὶ ἁμαρτωλῶν WH NIV RP ] ἁμαρτωλῶν καὶ τῶν τελωνῶν Treg
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἐσθίει WH NIV ] + καὶ πίνει Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ὅτι WH NIV ] – Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 Φαρισαῖοι WH Treg NIV ] τῶν Φαρισαίων RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 μαθηταὶ WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:19 ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν WH Treg NIV ] μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:20 ἐκείνῃ τῇ ἡμέρᾳ WH Treg NIV ] ἐκείναις ταῖς ἡμέραις RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 Οὐδεὶς WH Treg NIV ] Καὶ οὐδεὶς RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἱμάτιον παλαιόν WH Treg NIV ] ἱματίῳ παλαιῷ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἀπ’ WH NIV ] – Treg RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ῥήξει ὁ οἶνος WH Treg NIV ] ῥήσσει ὁ οἶνος ὁ νέος RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ἀπόλλυται καὶ οἱ ἀσκοί WH Treg NIV ] ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 καινούς WH NIV ] + βλητέον Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 αὐτὸν … σάββασιν παραπορεύεσθαι NIV ] αὐτὸν … σάββασιν διαπορεύεσθαι WH Treg; παραπορεύεσθαι αὐτὸν … σάββασιν RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο WH Treg NIV ] ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:24 ποιοῦσιν WH Treg NIV ] + ἐν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:25 λέγει WH Treg NIV ] αὐτὸς ἔλεγεν RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 πῶς WH Treg RP NA ] – NIV
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 τοὺς ἱερεῖς WH NIV ] τοῖς ἱερεῦσιν Treg RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:27 καὶ WH Treg NIV ] – RP