ΚΑΤΑ ΜΑΡΚΟΝ 14:1-21
SBL Greek New Testament
14 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, 2 ἔλεγον [a]γάρ· Μὴ ἐν τῇ ἑορτῇ, μήποτε [b]ἔσται θόρυβος τοῦ λαοῦ.
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· [c]συντρίψασα [d]τὴν ἀλάβαστρον κατέχεεν [e]αὐτοῦ τῆς κεφαλῆς. 4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς [f]ἑαυτούς· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 ἠδύνατο γὰρ τοῦτο [g]τὸ μύρον πραθῆναι ἐπάνω [h]δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 6 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· 7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε [i]αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 8 ὃ [j]ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι [k]τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. 9 ἀμὴν [l]δὲ λέγω ὑμῖν, ὅπου [m]ἐὰν κηρυχθῇ τὸ [n]εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 [o]Καὶ Ἰούδας [p]Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν [q]παραδοῖ αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς [r]αὐτὸν εὐκαίρως παραδοῖ.
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου [s]ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά [t]μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· [u]καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ [v]μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων [w]ὁ Ἰησοῦς εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ. 19 [x]ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι [y]ἐγώ; 20 ὁ [z]δὲ εἶπεν αὐτοῖς· [aa]Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς [ab]τὸ τρύβλιον· 21 [ac]ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· [ad]καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:2 γάρ WH Treg NIV ] δέ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:2 ἔσται θόρυβος WH Treg NIV ] θόρυβος ἔσται RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 συντρίψασα WH NIV ] καὶ συντρίψασα Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 τὴν WH Treg NIV ] τὸ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 αὐτοῦ WH Treg NIV ] + κατὰ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:4 ἑαυτούς WH NIV ] + καὶ λέγοντες Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 τὸ μύρον WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 δηναρίων τριακοσίων WH Treg NIV ] τριακοσίων δηναρίων RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:7 αὐτοῖς NIV Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 ἔσχεν WH NIV ] + αὕτη Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 τὸ σῶμά μου WH Treg NIV ] μου τὸ σῶμα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 δὲ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 εὐαγγέλιον WH Treg NIV ] + τοῦτο RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Καὶ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Ἰσκαριὼθ ὁ WH NIV ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 παραδοῖ αὐτοῖς WH Treg NIV ] παραδῷ αὐτὸν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:11 αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NIV ] εὐκαίρως αὐτὸν παραδῷ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 μου WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:15 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:16 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:18 ὁ Ἰησοῦς εἶπεν WH NIV ] εἶπεν ὁ Ἰησοῦς Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἤρξαντο WH NIV ] οἱ δὲ ἤρξαντο Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἐγώ WH Treg NIV ] + Καὶ ἄλλος Μήτι ἐγώ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 δὲ WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 Εἷς WH NIV ] + ἐκ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 τὸ Treg NIV RP ] + ἓν WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 ὅτι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 καλὸν WH NIV ] + ἦν Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software