Add parallel Print Page Options

29 [a]ἔφη ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ [b]μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ [c]μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [d]οἱ ἔσχατοι πρῶτοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:29 ἔφη ὁ Ἰησοῦς WH NIV] ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:29 μητέρα ἢ πατέρα WH Treg NIV ] πατέρα ἢ μητέρα ἢ γυναῖκα RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:30 μητέρας WH NIV RP ] μητέρα Treg
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:31 οἱ WH Treg NIV ] – RP