Add parallel Print Page Options

23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν [a]ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [b]τῆς τρυμαλιᾶς τῆς ῥαφίδος [c]διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:24 ἐστιν WH NIV ] + τοὺς πεποιθότας ἐπὶ χρήμασιν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:25 τῆς τρυμαλιᾶς τῆς NIV RP ] τρυμαλιᾶς WH Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:25 διελθεῖν WH Treg NIV ] εἰσελθεῖν RP