Add parallel Print Page Options

17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 19 τὰς ἐντολὰς οἶδας· Μὴ [a]φονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 ὁ δὲ [b]ἔφη αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν [c]σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [d]τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει [e]μοι. 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν [f]ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [g]τῆς τρυμαλιᾶς τῆς ῥαφίδος [h]διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς [i]ἑαυτούς· Καὶ τίς δύναται σωθῆναι; 27 [j]ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ θεῷ, πάντα γὰρ [k]δυνατὰ παρὰ τῷ θεῷ.

28 Ἤρξατο [l]λέγειν ὁ Πέτρος αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ [m]ἠκολουθήκαμέν σοι. 29 [n]ἔφη ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ [o]μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ [p]μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [q]οἱ ἔσχατοι πρῶτοι.

32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, [r]οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ [s]τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ [t]ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ [u]ἀποκτενοῦσιν, καὶ [v]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης [w]οἱ υἱοὶ Ζεβεδαίου λέγοντες [x]αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν [y]σε ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε [z]ποιήσω ὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς [aa]σου ἐκ δεξιῶν καὶ εἷς ἐξ [ab]ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, [ac]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· [ad]Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου [ae]ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 [af]καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτως δέ [ag]ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς [ah]ἂν θέλῃ [ai]μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς [aj]ἂν θέλῃ [ak]ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ [al]ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος [am]τυφλὸς [an]προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ [ao]Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· [ap]Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· [aq]Φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, [ar]ἔγειρε, φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ [as]ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς [at]αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Τί [au]σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52 [av]καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ [aw]εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει [ax]αὐτῷ ἐν τῇ ὁδῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:19 φονεύσῃς Μὴ μοιχεύσῃς WH NIV ] μοιχεύσῃς μὴ φονεύσῃς Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:20 ἔφη WH NIV ] ἀποκριθεὶς ἔφη Treg; ἀποκριθεὶς εἶπεν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 σε WH NIV ] σοι Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 τοῖς WH NIV ] Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 μοι WH Treg NIV ] + ἄρας τὸν σταυρόν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:24 ἐστιν WH NIV ] + τοὺς πεποιθότας ἐπὶ χρήμασιν Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:25 τῆς τρυμαλιᾶς τῆς NIV RP ] τρυμαλιᾶς WH Treg
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:25 διελθεῖν WH Treg NIV ] εἰσελθεῖν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:26 ἑαυτούς Treg NIV RP ] αὐτόν WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27 ἐμβλέψας WH Treg NIV ] + δὲ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27 δυνατὰ WH Treg NIV ] + ἐστιν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:28 λέγειν ὁ Πέτρος WH NIV ] ὁ Πέτρος λέγειν Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:28 ἠκολουθήκαμέν WH Treg NIV ] ἠκολουθήσαμέν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:29 ἔφη ὁ Ἰησοῦς WH NIV] ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:29 μητέρα ἢ πατέρα WH Treg NIV ] πατέρα ἢ μητέρα ἢ γυναῖκα RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:30 μητέρας WH NIV RP ] μητέρα Treg
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:31 οἱ WH Treg NIV ] – RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:32 οἱ δὲ WH Treg NIV ] καὶ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:33 τοῖς WH Treg NIV ] – RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NIV ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἀποκτενοῦσιν WH NIV ] + αὐτόν Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 οἱ Treg NIV RP ] + δύο WH
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 αὐτῷ WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 σε WH Treg NIV ] – RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:36 ποιήσω WH Treg ] με ποιήσω NIV; ποιῆσαί με RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 σου ἐκ δεξιῶν WH Treg NIV ] ἐκ δεξιῶν σου RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 ἀριστερῶν WH Treg NIV ] εὐωνύμων σου RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:38 WH Treg NIV ] καὶ RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:39 Τὸ WH Treg NIV ] + μὲν RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:40 WH Treg NIV ] καὶ RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἐστιν WH Treg NIV ] ἔσται RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἂν WH Treg NIV ] ἐὰν RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 μέγας γενέσθαι WH Treg NIV ] γενέσθαι μέγας RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἂν WH NIV ] ἐὰν Treg RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἐν ὑμῖν εἶναι WH NIV ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 WH Treg NIV ] – RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 τυφλὸς WH Treg NIV ] ὁ τυφλὸς RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Ναζαρηνός WH Treg NIV ] Ναζωραῖός RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Υἱὲ WH Treg NIV ] Ὁ ὑιὸς RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 Φωνήσατε αὐτόν WH Treg NIV ] αὐτὸν φωνηθῆναι RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:50 ἀναπηδήσας WH Treg NIV ] ἀναστὰς RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NIV ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 σοι θέλεις ποιήσω WH Treg NIV ] θέλεις ποιήσω σοί RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 καὶ ὁ WH NIV ] ὁ δὲ Treg RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 αὐτῷ WH Treg NIV ] τῷ Ἰησοῦ RP