ΚΑΤΑ ΜΑΡΚΟΝ 1:40-45
SBL Greek New Testament
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ [a]γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 41 [b]καὶ [c]ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα [d]αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· 42 καὶ [e]εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ [f]εὐθὺς ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω [g]ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν [h]πάντοθεν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:40 γονυπετῶν WH ] + καὶ NIV; αὐτὸν καὶ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 ὀργισθεὶς Holmes WHmarg ] σπλαγχνισθεὶς WH Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 αὐτοῦ ἥψατο WH Treg NIV ] ἥψατο αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:42 εὐθὺς WH Treg NIV ] εἰπόντος αὐτοῦ εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 ἐπ᾽ WH Treg NIV ] ἐν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 πάντοθεν WH Treg NIV ] πανταχόθεν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software