Add parallel Print Page Options

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ [a]εὐθὺς τοῖς σάββασιν [b]ἐδίδασκεν εἰς τὴν συναγωγήν. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ [c]εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· [d]Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ [e]φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν [f]ἅπαντες, ὥστε συζητεῖν [g]πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; [h]διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 [i]καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς [j]πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29 Καὶ [k]εὐθὺς ἐκ τῆς συναγωγῆς [l]ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ [m]εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς [n]χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ [o]πυρετός, καὶ διηκόνει αὐτοῖς.

32 Ὀψίας δὲ γενομένης, ὅτε [p]ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ [q]ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν [r]αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 εὐθὺς WH NIV ] εὐθέως Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:23 εὐθὺς WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:24 Τί WH Treg NIV ] Ἔα τί RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:26 φωνῆσαν WH Treg NIV ] κράξαν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 ἅπαντες WH Treg NIV ] πάντες RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 πανταχοῦ WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 ἐξελθόντες ἦλθον WH NIV RP ] ἐξελθὼν ἦλθεν Treg
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 χειρός WH NIV ] + αὐτῆς Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 πυρετός WH Treg NIV ] + εὐθέως RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32 ἔδυ NIV RP ] ἔδυσεν WH Treg
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NIV ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:34 αὐτόν Treg NIV RP ] + χριστὸν εἶναι WH