Add parallel Print Page Options

14 [a]Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ [b]εὐαγγέλιον τοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

16 [c]Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν [d]ἀδελφὸν Σίμωνος [e]ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ [f]εὐθὺς ἀφέντες τὰ [g]δίκτυα ἠκολούθησαν αὐτῷ. 19 καὶ [h]προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ [i]εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 εὐαγγέλιον WH Treg NIV ] + τῆς βασιλείας RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 Καὶ παράγων WH Treg NIV ] Περιπατῶν δὲ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀδελφὸν WH Treg NIV ] + αὐτοῦ τοῦ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀμφιβάλλοντας WH Treg NIV ] βάλλοντας ἀμφίβληστρον RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 εὐθὺς WH NIV ] εὐθέως RP Treg
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 δίκτυα WH Treg NIV ] + αὐτῶν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:19 προβὰς WH Treg NIV ] ἐκεῖθεν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:20 εὐθὺς WH Treg NIV ] εὐθέως RP