Add parallel Print Page Options

38 [a]Ἔφη αὐτῷ ὁ Ἰωάννης· Διδάσκαλε, εἴδομέν τινα [b]ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, [c]καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. 39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστιν καθ’ [d]ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν [e]ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν [f]ὅτι οὐ μὴ [g]ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

42 Καὶ ὃς [h]ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν [i]τούτων τῶν πιστευόντων [j]εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται [k]μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν [l]σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν [m]ἐστίν σε κυλλὸν [n]εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ [o]ἄσβεστον. 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν [p]σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν [q]γέενναν. 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν [r]σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς [s]τὴν [t]γέενναν, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

49 Πᾶς γὰρ πυρὶ [u]ἁλισθήσεται. 50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς [v]ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 Ἔφη αὐτῷ ὁ Ἰωάννης WH NIV ] + λέγων Treg; Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 ἐν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν WH NIV ] ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν Treg; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν RP; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν Greeven
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:40 ἡμῶν, ὑπὲρ ἡμῶν WH Treg NIV ] ὑμῶν, ὑπὲρ ὑμῶν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὀνόματι WH Treg NIV ] + μου RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὅτι WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ἀπολέσῃ WH NIV RP ] ἀπολέσει Treg
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 ἂν WH Treg NIV ] ἐὰν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 τούτων WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 εἰς ἐμέ Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 μύλος ὀνικὸς WH Treg NIV ] λίθος μυλικὸς RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 σκανδαλίζῃ Treg NIV RP ] σκανδαλίσῃ WH
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἐστίν σε WH Treg NIV ] σοι ἐστὶν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NIV ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἄσβεστον WH NIV ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 σε WH Treg NIV ] σοι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 γέενναν WH NIV ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 σέ WH Treg NIV ] σοι RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 τὴν Treg NIV RP ] – WH
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 γέενναν WH Treg NIV ] + τοῦ πυρός RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:49 ἁλισθήσεται WH NIV ] + καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:50 ἅλα WH Treg NIV ] ἅλας RP