Add parallel Print Page Options

25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ [a]ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ [b]ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ [c]κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε [d]τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας [e]τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶ [f]εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ [g]κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν [h]προσευχῇ.

30 Κἀκεῖθεν ἐξελθόντες [i]παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς [j]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

33 Καὶ [k]ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ [l]ὁδῷ διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37 Ὃς [m]ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς [n]ἂν ἐμὲ [o]δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NIV ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἐπιτάσσω σοι WH Treg NIV ] σοι ἐπιτάσσω RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:26 κράξας καὶ πολλὰ σπαράξας WH Treg NIV ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:26 τοὺς WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:27 τῆς χειρὸς αὐτοῦ WH Treg NIV ] αὐτὸν τῆς χειρός RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 εἰσελθόντος αὐτοῦ WH Treg NIV ] εἰσελθόντα αὐτὸν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 κατ’ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NIV ] ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:29 προσευχῇ WH NIV ] + καὶ νηστείᾳ Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30 παρεπορεύοντο NIV RP ] ἐπορεύοντο WH Treg
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:31 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:33 ἦλθον WH Treg NIV ] ἦλθεν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:33 ὁδῷ WH Treg NIV ] + πρὸς ἑαυτοὺς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37 *ἂν WH Treg NIV ] ἐὰν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37 *ἂν WH Treg NIV ] ἐὰν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37 δέχηται WH Treg NIV ] δέξηται RP

25 ιδων δε ο ιησους οτι επισυντρεχει οχλος επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω το πνευμα το αλαλον και κωφον εγω σοι επιτασσω εξελθε εξ αυτου και μηκετι εισελθης εις αυτον

26 και κραξαν και πολλα σπαραξαν αυτον εξηλθεν και εγενετο ωσει νεκρος ωστε πολλους λεγειν οτι απεθανεν

27 ο δε ιησους κρατησας αυτον της χειρος ηγειρεν αυτον και ανεστη

28 και εισελθοντα αυτον εις οικον οι μαθηται αυτου επηρωτων αυτον κατ ιδιαν οτι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο

29 και ειπεν αυτοις τουτο το γενος εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη και νηστεια

30 και εκειθεν εξελθοντες παρεπορευοντο δια της γαλιλαιας και ουκ ηθελεν ινα τις γνω

31 εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν αυτοις οτι ο υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπων και αποκτενουσιν αυτον και αποκτανθεις τη τριτη ημερα αναστησεται

32 οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι

33 και ηλθεν εις καπερναουμ και εν τη οικια γενομενος επηρωτα αυτους τι εν τη οδω προς εαυτους διελογιζεσθε

34 οι δε εσιωπων προς αλληλους γαρ διελεχθησαν εν τη οδω τις μειζων

35 και καθισας εφωνησεν τους δωδεκα και λεγει αυτοις ει τις θελει πρωτος ειναι εσται παντων εσχατος και παντων διακονος

36 και λαβων παιδιον εστησεν αυτο εν μεσω αυτων και εναγκαλισαμενος αυτο ειπεν αυτοις

37 ος εαν εν των τοιουτων παιδιων δεξηται επι τω ονοματι μου εμε δεχεται και ος εαν εμε δεξηται ουκ εμε δεχεται αλλα τον αποστειλαντα με

Read full chapter