Add parallel Print Page Options

καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες [a]τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον [b]καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ [c]ἐγένετο στίλβοντα λευκὰ [d]λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται [e]οὕτως λευκᾶναι. καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν [f]τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί [g]ἀποκριθῇ, [h]ἔκφοβοι γὰρ ἐγένοντο. καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ [i]ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [j]ἀκούετε αὐτοῦ. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον [k]ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.

[l]Καὶ καταβαινόντων αὐτῶν [m]ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [n]ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12 ὁ δὲ [o]ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον [p]ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ [q]ἐξουδενηθῇ; 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα [r]ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.

14 Καὶ [s]ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας [t]πρὸς αὐτούς. 15 καὶ [u]εὐθὺς πᾶς ὁ ὄχλος [v]ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεν [w]αὐτούς· Τί συζητεῖτε πρὸς [x]αὑτούς; 17 καὶ [y]ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπου [z]ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς [aa]ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς [ab]αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν [ac]τὸ πνεῦμα εὐθὺς [ad]συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· [ae]Ἐκ παιδιόθεν· 22 καὶ πολλάκις [af]καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι [ag]δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ [ah]δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 [ai]εὐθὺς κράξας ὁ πατὴρ τοῦ [aj]παιδίου ἔλεγεν· [ak]Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ [al]ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ [am]ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ [an]κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε [ao]τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας [ap]τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶ [aq]εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ [ar]κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν [as]προσευχῇ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:1 τῶν ὧδε RP ] ὧδε τῶν WH Treg NIV
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:2 καὶ WH Treg RP ] + τὸν NIV
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 ἐγένετο WH NIV ] ἐγένοντο Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 λίαν WH Treg NIV ] + ὡς χιών RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 οὕτως WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:5 τρεῖς σκηνάς WH Treg NIV ] σκηνὰς τρεῖς RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἀποκριθῇ WH Treg NIV ] λαλήσει RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NIV ] ἦσαν γὰρ ἔκφοβοι RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἐγένετο WH NIV ] ἦλθεν Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν Treg NIV RP ] μεθ᾽ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 Καὶ καταβαινόντων WH Treg NIV ] Καταβαινόντων δὲ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἐκ WH NIV ] ἀπὸ Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἃ εἶδον διηγήσωνται WH Treg NIV ] διηγήσωνται ἃ εἶδον RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἔφη WH Treg NIV ] ἀποκριθείς εἶπεν RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἀποκαθιστάνει WH Treg NIV ] ἀποκαθιστᾷ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἐξουδενηθῇ WH Treg NIV ] ἐξουδενωθῇ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:13 ἤθελον WH Treg NIV ] ἠθέλησαν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:14 ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NIV ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:14 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:15 ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NIV ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:16 αὐτούς WH Treg NIV ] τοῦς γραμματεῖς RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:16 αὑτούς Holmes ] αὐτούς WH Treg NIV RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:17 ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NIV ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:18 ἐὰν WH Treg NIV ] ἂν RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:18 ὀδόντας WH Treg NIV ] + αὐτοῦ RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:19 αὐτοῖς WH Treg NIV ] αὐτῷ RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 τὸ πνεῦμα εὐθὺς WH Treg NIV ] εὐθέως τὸ πνεῦμα RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 συνεσπάραξεν WH NIV ] ἐσπάραξεν Treg RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:21 Ἐκ WH Treg NIV ] – RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:22 καὶ εἰς πῦρ αὐτὸν WH NIV ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:22 δύνῃ WH Treg NIV ] δύνασαι RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:23 δύνῃ WH Treg NIV ] δύνασαι πιστεῦσαι RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 παιδίου WH Treg NIV ] + μετὰ δακρύων RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 Πιστεύω WH Treg NIV ] + κύριε RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NIV ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἐπιτάσσω σοι WH Treg NIV ] σοι ἐπιτάσσω RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:26 κράξας καὶ πολλὰ σπαράξας WH Treg NIV ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:26 τοὺς WH Treg NIV ] – RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:27 τῆς χειρὸς αὐτοῦ WH Treg NIV ] αὐτὸν τῆς χειρός RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 εἰσελθόντος αὐτοῦ WH Treg NIV ] εἰσελθόντα αὐτὸν RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 κατ’ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NIV ] ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:29 προσευχῇ WH NIV ] + καὶ νηστείᾳ Treg RP

και ελεγεν αυτοις αμην λεγω υμιν οτι εισιν τινες των ωδε εστηκοτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει

και μεθ ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και τον ιακωβον και τον ιωαννην και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν μονους και μετεμορφωθη εμπροσθεν αυτων

και τα ιματια αυτου εγενετο στιλβοντα λευκα λιαν ως χιων οια γναφευς επι της γης ου δυναται λευκαναι

και ωφθη αυτοις ηλιας συν μωσει και ησαν συλλαλουντες τω ιησου

και αποκριθεις ο πετρος λεγει τω ιησου ραββι καλον εστιν ημας ωδε ειναι και ποιησωμεν σκηνας τρεις σοι μιαν και μωσει μιαν και ηλια μιαν

ου γαρ ηδει τι λαληση ησαν γαρ εκφοβοι

και εγενετο νεφελη επισκιαζουσα αυτοις και ηλθεν φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος αυτου ακουετε

και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον αλλα τον ιησουν μονον μεθ εαυτων

καταβαινοντων δε αυτων απο του ορους διεστειλατο αυτοις ινα μηδενι διηγησωνται α ειδον ει μη οταν ο υιος του ανθρωπου εκ νεκρων αναστη

10 και τον λογον εκρατησαν προς εαυτους συζητουντες τι εστιν το εκ νεκρων αναστηναι

11 και επηρωτων αυτον λεγοντες οτι λεγουσιν οι γραμματεις οτι ηλιαν δει ελθειν πρωτον

12 ο δε αποκριθεις ειπεν αυτοις ηλιας μεν ελθων πρωτον αποκαθιστα παντα και πως γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενωθη

13 αλλα λεγω υμιν οτι και ηλιας εληλυθεν και εποιησαν αυτω οσα ηθελησαν καθως γεγραπται επ αυτον

14 και ελθων προς τους μαθητας ειδεν οχλον πολυν περι αυτους και γραμματεις συζητουντας αυτοις

15 και ευθεως πας ο οχλος ιδων αυτον εξεθαμβηθη και προστρεχοντες ησπαζοντο αυτον

16 και επηρωτησεν τους γραμματεις τι συζητειτε προς αυτους

17 και αποκριθεις εις εκ του οχλου ειπεν διδασκαλε ηνεγκα τον υιον μου προς σε εχοντα πνευμα αλαλον

18 και οπου αν αυτον καταλαβη ρησσει αυτον και αφριζει και τριζει τους οδοντας αυτου και ξηραινεται και ειπον τοις μαθηταις σου ινα αυτο εκβαλωσιν και ουκ ισχυσαν

19 ο δε αποκριθεις αυτω λεγει ω γενεα απιστος εως ποτε προς υμας εσομαι εως ποτε ανεξομαι υμων φερετε αυτον προς με

20 και ηνεγκαν αυτον προς αυτον και ιδων αυτον ευθεως το πνευμα εσπαραξεν αυτον και πεσων επι της γης εκυλιετο αφριζων

21 και επηρωτησεν τον πατερα αυτου ποσος χρονος εστιν ως τουτο γεγονεν αυτω ο δε ειπεν παιδιοθεν

22 και πολλακις αυτον και εις πυρ εβαλεν και εις υδατα ινα απολεση αυτον αλλ ει τι δυνασαι βοηθησον ημιν σπλαγχνισθεις εφ ημας

23 ο δε ιησους ειπεν αυτω το ει δυνασαι πιστευσαι παντα δυνατα τω πιστευοντι

24 και ευθεως κραξας ο πατηρ του παιδιου μετα δακρυων ελεγεν πιστευω κυριε βοηθει μου τη απιστια

25 ιδων δε ο ιησους οτι επισυντρεχει οχλος επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω το πνευμα το αλαλον και κωφον εγω σοι επιτασσω εξελθε εξ αυτου και μηκετι εισελθης εις αυτον

26 και κραξαν και πολλα σπαραξαν αυτον εξηλθεν και εγενετο ωσει νεκρος ωστε πολλους λεγειν οτι απεθανεν

27 ο δε ιησους κρατησας αυτον της χειρος ηγειρεν αυτον και ανεστη

28 και εισελθοντα αυτον εις οικον οι μαθηται αυτου επηρωτων αυτον κατ ιδιαν οτι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο

29 και ειπεν αυτοις τουτο το γενος εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη και νηστεια

Read full chapter