Add parallel Print Page Options

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· [a]Εἴ τις θέλει ὀπίσω μου [b]ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ [c]ἐὰν θέλῃ τὴν [d]ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν [e]ἀπολέσει τὴν [f]ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου [g]σώσει αὐτήν. 36 τί γὰρ [h]ὠφελεῖ [i]ἄνθρωπον [j]κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37 [k]τί γὰρ [l]δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες [m]τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον [n]καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ [o]ἐγένετο στίλβοντα λευκὰ [p]λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται [q]οὕτως λευκᾶναι. καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν [r]τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί [s]ἀποκριθῇ, [t]ἔκφοβοι γὰρ ἐγένοντο. καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ [u]ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [v]ἀκούετε αὐτοῦ. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον [w]ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.

[x]Καὶ καταβαινόντων αὐτῶν [y]ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [z]ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 Εἴ τις WH Treg NIV ] Ὅστις RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἐὰν WH Treg NIV ] ἂν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἀπολέσει WH Treg NIV ] ἀπολέσῃ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 σώσει WH Treg NIV ] οὗτος σώσει RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ὠφελεῖ WH NIV ] ὠφελήσει Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ἄνθρωπον WH NIV RP ] τὸν ἄνθρωπον Treg
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NIV ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 τί γὰρ WH Treg NIV ] Ἢ τί RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 δοῖ WH Treg NIV ] δώσει RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:1 τῶν ὧδε RP ] ὧδε τῶν WH Treg NIV
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:2 καὶ WH Treg RP ] + τὸν NIV
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 ἐγένετο WH NIV ] ἐγένοντο Treg RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 λίαν WH Treg NIV ] + ὡς χιών RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 οὕτως WH Treg NIV ] – RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:5 τρεῖς σκηνάς WH Treg NIV ] σκηνὰς τρεῖς RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἀποκριθῇ WH Treg NIV ] λαλήσει RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NIV ] ἦσαν γὰρ ἔκφοβοι RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἐγένετο WH NIV ] ἦλθεν Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν Treg NIV RP ] μεθ᾽ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 Καὶ καταβαινόντων WH Treg NIV ] Καταβαινόντων δὲ RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἐκ WH NIV ] ἀπὸ Treg RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἃ εἶδον διηγήσωνται WH Treg NIV ] διηγήσωνται ἃ εἶδον RP

34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις οστις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι

35 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου και του ευαγγελιου ουτος σωσει αυτην

36 τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου

37 η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου

38 ος γαρ αν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων

και ελεγεν αυτοις αμην λεγω υμιν οτι εισιν τινες των ωδε εστηκοτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει

και μεθ ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και τον ιακωβον και τον ιωαννην και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν μονους και μετεμορφωθη εμπροσθεν αυτων

και τα ιματια αυτου εγενετο στιλβοντα λευκα λιαν ως χιων οια γναφευς επι της γης ου δυναται λευκαναι

και ωφθη αυτοις ηλιας συν μωσει και ησαν συλλαλουντες τω ιησου

και αποκριθεις ο πετρος λεγει τω ιησου ραββι καλον εστιν ημας ωδε ειναι και ποιησωμεν σκηνας τρεις σοι μιαν και μωσει μιαν και ηλια μιαν

ου γαρ ηδει τι λαληση ησαν γαρ εκφοβοι

και εγενετο νεφελη επισκιαζουσα αυτοις και ηλθεν φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος αυτου ακουετε

και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον αλλα τον ιησουν μονον μεθ εαυτων

καταβαινοντων δε αυτων απο του ορους διεστειλατο αυτοις ινα μηδενι διηγησωνται α ειδον ει μη οταν ο υιος του ανθρωπου εκ νεκρων αναστη

10 και τον λογον εκρατησαν προς εαυτους συζητουντες τι εστιν το εκ νεκρων αναστηναι