Add parallel Print Page Options

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ [a]εἶπαν αὐτῷ λέγοντες [b]ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ [c]ὅτι εἷς τῶν προφητῶν. 29 καὶ αὐτὸς [d]ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [e]ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι [f]ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος [g]ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν [h]Πέτρῳ [i]καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· [j]Εἴ τις θέλει ὀπίσω μου [k]ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ [l]ἐὰν θέλῃ τὴν [m]ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν [n]ἀπολέσει τὴν [o]ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου [p]σώσει αὐτήν. 36 τί γὰρ [q]ὠφελεῖ [r]ἄνθρωπον [s]κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37 [t]τί γὰρ [u]δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 εἶπαν αὐτῷ λέγοντες WH NIV ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι WH NIV ] – Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι εἷς WH Treg NIV ] ἕνα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἐπηρώτα αὐτούς WH Treg NIV ] λέγει αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἀποκριθεὶς WH Treg NIV ] + δὲ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:32 ὁ Πέτρος αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ Πέτρος RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 Πέτρῳ WH Treg NIV ] τῷ Πέτρῳ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 καὶ λέγει WH Treg NIV ] λέγων RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 Εἴ τις WH Treg NIV ] Ὅστις RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NIV RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἐὰν WH Treg NIV ] ἂν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἀπολέσει WH Treg NIV ] ἀπολέσῃ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 σώσει WH Treg NIV ] οὗτος σώσει RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ὠφελεῖ WH NIV ] ὠφελήσει Treg RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ἄνθρωπον WH NIV RP ] τὸν ἄνθρωπον Treg
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NIV ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 τί γὰρ WH Treg NIV ] Ἢ τί RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 δοῖ WH Treg NIV ] δώσει RP

27 και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις τας κωμας καισαρειας της φιλιππου και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις τινα με λεγουσιν οι ανθρωποι ειναι

28 οι δε απεκριθησαν ιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε ενα των προφητων

29 και αυτος λεγει αυτοις υμεις δε τινα με λεγετε ειναι αποκριθεις δε ο πετρος λεγει αυτω συ ει ο χριστος

30 και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου

31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι

32 και παρρησια τον λογον ελαλει και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω

33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν τω πετρω λεγων υπαγε οπισω μου σατανα οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων

34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις οστις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι

35 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου και του ευαγγελιου ουτος σωσει αυτην

36 τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου

37 η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου

Read full chapter