Add parallel Print Page Options

11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη [a]ζητεῖ σημεῖον; ἀμὴν λέγω [b]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς [c]πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.

14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς [d]ἀλλήλους ὅτι ἄρτους οὐκ [e]ἔχουσιν. 17 καὶ [f]γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; [g]πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους [h]κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20 ὅτε [i]καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; [j]καὶ λέγουσιν αὐτῷ· Ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· [k]Οὔπω συνίετε;

22 Καὶ [l]ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ [m]ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι [n]βλέπεις; 24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν [o]ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ [p]διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς [q]ἅπαντα. 26 καὶ ἀπέστειλεν αὐτὸν [r]εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην [s]εἰσέλθῃς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ζητεῖ σημεῖον WH Treg NIV ] σημεῖον ἐπιζητεῖ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ὑμῖν Treg NIV RP ] – WH
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:13 πάλιν ἐμβὰς WH NA ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἀλλήλους WH Treg NA ] + λέγοντες NIV RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἔχουσιν WH Treg NA ] ἔχομεν NIV RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 γνοὺς WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 πεπωρωμένην WH Treg NIV ] Ἔτι πεπωρωμένην RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:19 κλασμάτων πλήρεις WH Treg NIV ] πλήρεις κλασμάτων RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ NIV ] – WH NA; δὲ Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ λέγουσιν αὐτῷ WH NIV ] οἱ δὲ εἶπον Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:21 Οὔπω WH NIV ] Πῶς Treg; Πῶς οὐ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:22 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 ἐξήνεγκεν WH Treg NIV ] ἐξήγαγεν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 βλέπεις WH NIV ] βλέπει Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἐπέθηκεν NIV RP ] ἔθηκεν WH Treg
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NIV ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἅπαντα WH Treg NIV ] ἅπαντας RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰς WH Treg NIV ] + τὸν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰσέλθῃς WH NIV ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP

11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντες παρ αυτου σημειον απο του ουρανου πειραζοντες αυτον

12 και αναστεναξας τω πνευματι αυτου λεγει τι η γενεα αυτη σημειον επιζητει αμην λεγω υμιν ει δοθησεται τη γενεα ταυτη σημειον

13 και αφεις αυτους εμβας παλιν εις το πλοιον απηλθεν εις το περαν

14 και επελαθοντο λαβειν αρτους και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω

15 και διεστελλετο αυτοις λεγων ορατε βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου

16 και διελογιζοντο προς αλληλους λεγοντες οτι αρτους ουκ εχομεν

17 και γνους ο ιησους λεγει αυτοις τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειτε ουδε συνιετε ετι πεπωρωμενην εχετε την καρδιαν υμων

18 οφθαλμους εχοντες ου βλεπετε και ωτα εχοντες ουκ ακουετε και ου μνημονευετε

19 οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους ποσους κοφινους πληρεις κλασματων ηρατε λεγουσιν αυτω δωδεκα

20 οτε δε τους επτα εις τους τετρακισχιλιους ποσων σπυριδων πληρωματα κλασματων ηρατε οι δε ειπον επτα

21 και ελεγεν αυτοις πως ου συνιετε

22 και ερχεται εις βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται

23 και επιλαβομενος της χειρος του τυφλου εξηγαγεν αυτον εξω της κωμης και πτυσας εις τα ομματα αυτου επιθεις τας χειρας αυτω επηρωτα αυτον ει τι βλεπει

24 και αναβλεψας ελεγεν βλεπω τους ανθρωπους οτι ως δενδρα ορω περιπατουντας

25 ειτα παλιν επεθηκεν τας χειρας επι τους οφθαλμους αυτου και εποιησεν αυτον αναβλεψαι και αποκατεσταθη και ενεβλεψεν τηλαυγως απαντας

26 και απεστειλεν αυτον εις τον οικον αυτου λεγων μηδε εις την κωμην εισελθης μηδε ειπης τινι εν τη κωμη

Read full chapter