Add parallel Print Page Options

14 Καὶ προσκαλεσάμενος [a]πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· [b]Ἀκούσατέ μου πάντες καὶ [c]σύνετε. 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται [d]κοινῶσαι αὐτόν· ἀλλὰ τὰ [e]ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν [f]ἄνθρωπον.

17 Καὶ ὅτε εἰσῆλθεν [g]εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ [h]τὴν παραβολήν. 18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— [i]καθαρίζων πάντα τὰ βρώματα. 20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, [j]πορνεῖαι, κλοπαί, φόνοι, 22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 πάλιν WH Treg NIV ] πάντα RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 Ἀκούσατέ WH Treg NIV ] Ἀκούετέ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 σύνετε WH Treg NIV ] συνίετε RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 κοινῶσαι αὐτόν WH NIV ] αὐτὸν κοινῶσαι Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NIV ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ ἐκεῖνά RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἄνθρωπον WH NIV ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 εἰς WH Treg RP NA ] + τὸν NIV
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 τὴν παραβολήν WH Treg NIV ] περὶ τῆς παραβολῆς RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:19 καθαρίζων WH Treg NIV ] καθαρίζον RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:21 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NIV ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP

14 και προσκαλεσαμενος παντα τον οχλον ελεγεν αυτοις ακουετε μου παντες και συνιετε

15 ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται αυτον κοινωσαι αλλα τα εκπορευομενα απ αυτου εκεινα εστιν τα κοινουντα τον ανθρωπον

16 ει τις εχει ωτα ακουειν ακουετω

17 και οτε εισηλθεν εις οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου περι της παραβολης

18 και λεγει αυτοις ουτως και υμεις ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι

19 οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν και εις τον αφεδρωνα εκπορευεται καθαριζον παντα τα βρωματα

20 ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον

21 εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται μοιχειαι πορνειαι φονοι

22 κλοπαι πλεονεξιαι πονηριαι δολος ασελγεια οφθαλμος πονηρος βλασφημια υπερηφανια αφροσυνη

23 παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον

Read full chapter