Add parallel Print Page Options

12 [a]οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ [b]πατρὶ ἢ τῇ [c]μητρί, 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

14 Καὶ προσκαλεσάμενος [d]πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· [e]Ἀκούσατέ μου πάντες καὶ [f]σύνετε. 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται [g]κοινῶσαι αὐτόν· ἀλλὰ τὰ [h]ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν [i]ἄνθρωπον.

17 Καὶ ὅτε εἰσῆλθεν [j]εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ [k]τὴν παραβολήν. 18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— [l]καθαρίζων πάντα τὰ βρώματα. 20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, [m]πορνεῖαι, κλοπαί, φόνοι, 22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:12 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:12 πατρὶ WH Treg NIV ] + αὐτοῦ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:12 μητρί WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 πάλιν WH Treg NIV ] πάντα RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 Ἀκούσατέ WH Treg NIV ] Ἀκούετέ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 σύνετε WH Treg NIV ] συνίετε RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 κοινῶσαι αὐτόν WH NIV ] αὐτὸν κοινῶσαι Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NIV ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ ἐκεῖνά RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἄνθρωπον WH NIV ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 εἰς WH Treg RP NA ] + τὸν NIV
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 τὴν παραβολήν WH Treg NIV ] περὶ τῆς παραβολῆς RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:19 καθαρίζων WH Treg NIV ] καθαρίζον RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:21 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NIV ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP