Add parallel Print Page Options

30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ [a]πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ [b]λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ [c]ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 καὶ ἀπῆλθον [d]ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν. 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ [e]ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον *αὐτούς. 34 καὶ ἐξελθὼν [f]εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ [g]αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [h]ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς [i]τί φάγωσιν. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ [j]δώσομεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς· Πόσους [k]ἔχετε ἄρτους; [l]ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς [m]ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ [n]κατὰ ἑκατὸν καὶ [o]κατὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [p]αὐτοῦ ἵνα [q]παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν [r]κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες [s]τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.

45 Καὶ [t]εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν [u]εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς [v]ἀπολύει τὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ [w]ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος [x]αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν [y]ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν [z]ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. [aa]ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:30 πάντα WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 λέγει WH Treg NIV ] εἶπεν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 ἀναπαύσασθε WH Treg NIV ] ἀναπαύεσθε RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:32 ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NIV ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:33 ἐπέγνωσαν NIV ] + αὐτὸν RP; ἔγνωσαν WH Treg
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 εἶδεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 αὐτοὺς WH Treg NIV ] αὐτοῖς RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:35 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:36 τί φάγωσιν WH Treg NIV ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:37 δώσομεν WH Treg NIV ] δῶμεν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NIV RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ὑπάγετε WH Treg NIV ] + καὶ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:39 ἀνακλῖναι Treg NIV RP ] ἀνακλιθῆναι WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 αὐτοῦ NIV RP ] – WH Treg
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 παρατιθῶσιν WH NIV ] παραθῶσιν Treg RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NIV ] κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:44 τοὺς ἄρτους WH Treg RP NA ] – NIV
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εἰς τὸ πέραν WH Treg RP NA ] – NIV
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 ἀπολύει WH Treg NIV ] ἀπολύσῃ RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 ἰδὼν WH Treg NIV ] εἶδεν RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 αὐτοῖς WH Treg NIV ] + καὶ RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NIV ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ὅτι φάντασμά ἐστιν WH NIV ] φάντασμα εἶναι Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:50 ὁ δὲ εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP

30 και συναγονται οι αποστολοι προς τον ιησουν και απηγγειλαν αυτω παντα και οσα εποιησαν και οσα εδιδαξαν

31 και ειπεν αυτοις δευτε υμεις αυτοι κατ ιδιαν εις ερημον τοπον και αναπαυεσθε ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι και ουδε φαγειν ηυκαιρουν

32 και απηλθον εις ερημον τοπον τω πλοιω κατ ιδιαν

33 και ειδον αυτους υπαγοντας οι οχλοι και επεγνωσαν αυτον πολλοι και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτους και συνηλθον προς αυτον

34 και εξελθων ειδεν ο ιησους πολυν οχλον και εσπλαγχνισθη επ αυτοις οτι ησαν ως προβατα μη εχοντα ποιμενα και ηρξατο διδασκειν αυτους πολλα

35 και ηδη ωρας πολλης γενομενης προσελθοντες αυτω οι μαθηται αυτου λεγουσιν οτι ερημος εστιν ο τοπος και ηδη ωρα πολλη

36 απολυσον αυτους ινα απελθοντες εις τους κυκλω αγρους και κωμας αγορασωσιν εαυτοις αρτους τι γαρ φαγωσιν ουκ εχουσιν

37 ο δε αποκριθεις ειπεν αυτοις δοτε αυτοις υμεις φαγειν και λεγουσιν αυτω απελθοντες αγορασωμεν διακοσιων δηναριων αρτους και δωμεν αυτοις φαγειν

38 ο δε λεγει αυτοις ποσους αρτους εχετε υπαγετε και ιδετε και γνοντες λεγουσιν πεντε και δυο ιχθυας

39 και επεταξεν αυτοις ανακλιναι παντας συμποσια συμποσια επι τω χλωρω χορτω

40 και ανεπεσον πρασιαι πρασιαι ανα εκατον και ανα πεντηκοντα

41 και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις αυτου ινα παραθωσιν αυτοις και τους δυο ιχθυας εμερισεν πασιν

42 και εφαγον παντες και εχορτασθησαν

43 και ηραν κλασματων δωδεκα κοφινους πληρεις και απο των ιχθυων

44 και ησαν οι φαγοντες τους αρτους ωσει πεντακισχιλιοι ανδρες

45 και ευθεως ηναγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν εις το περαν προς βηθσαιδαν εως αυτος απολυση τον οχλον

46 και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι

47 και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης και αυτος μονος επι της γης

48 και ειδεν αυτους βασανιζομενους εν τω ελαυνειν ην γαρ ο ανεμος εναντιος αυτοις και περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης και ηθελεν παρελθειν αυτους

49 οι δε ιδοντες αυτον περιπατουντα επι της θαλασσης εδοξαν φαντασμα ειναι και ανεκραξαν

50 παντες γαρ αυτον ειδον και εταραχθησαν και ευθεως ελαλησεν μετ αυτων και λεγει αυτοις θαρσειτε εγω ειμι μη φοβεισθε

Read full chapter