Add parallel Print Page Options

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ [a]ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον [b]ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς [c]αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης [d]καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, [e]εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 23 καὶ ὤμοσεν [f]αὐτῇ· [g]Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 24 [h]καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί [i]αἰτήσωμαι; ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ [j]βαπτίζοντος. 25 καὶ εἰσελθοῦσα [k]εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα [l]ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς [m]ἀνακειμένους οὐκ ἠθέλησεν [n]ἀθετῆσαι αὐτήν· 27 καὶ [o]εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν [p]ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. [q]καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:20 ἠπόρει WH NIV ] ἐποίει Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:21 ἐποίησεν WH Treg NIV ] ἐποίει RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NIV
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NIV
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 εἶπεν ὁ βασιλεὺς NIV RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 αὐτῇ WH Treg NIV RP ] + πολλά NA
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 Ὅ τι NIV ] Ὅτι WH; ὅτι Ὃ Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 καὶ WH Treg NIV ] Ἡ δὲ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 αἰτήσωμαι WH Treg NIV ] αἰτήσομαι RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 βαπτίζοντος WH Treg NIV ] βαπτιστοῦ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 ἐξαυτῆς δῷς μοι WH Treg NIV ] μοι δῷς ἐξαυτῆς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀνακειμένους WH Treg NIV ] συνανακειμένους RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀθετῆσαι αὐτήν WH Treg NIV ] αὐτὴν ἀθετῆσαι RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 ἐνέγκαι WH Treg NIV ] ἐνεχθῆναι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 καὶ WH Treg NIV ] Ὁ δὲ RP

17 αυτος γαρ ο ηρωδης αποστειλας εκρατησεν τον ιωαννην και εδησεν αυτον εν τη φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι αυτην εγαμησεν

18 ελεγεν γαρ ο ιωαννης τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου

19 η δε ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι και ουκ ηδυνατο

20 ο γαρ ηρωδης εφοβειτο τον ιωαννην ειδως αυτον ανδρα δικαιον και αγιον και συνετηρει αυτον και ακουσας αυτου πολλα εποιει και ηδεως αυτου ηκουεν

21 και γενομενης ημερας ευκαιρου οτε ηρωδης τοις γενεσιοις αυτου δειπνον εποιει τοις μεγιστασιν αυτου και τοις χιλιαρχοις και τοις πρωτοις της γαλιλαιας

22 και εισελθουσης της θυγατρος αυτης της ηρωδιαδος και ορχησαμενης και αρεσασης τω ηρωδη και τοις συνανακειμενοις ειπεν ο βασιλευς τω κορασιω αιτησον με ο εαν θελης και δωσω σοι

23 και ωμοσεν αυτη οτι ο εαν με αιτησης δωσω σοι εως ημισους της βασιλειας μου

24 η δε εξελθουσα ειπεν τη μητρι αυτης τι αιτησομαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιστου

25 και εισελθουσα ευθεως μετα σπουδης προς τον βασιλεα ητησατο λεγουσα θελω ινα μοι δως εξ αυτης επι πινακι την κεφαλην ιωαννου του βαπτιστου

26 και περιλυπος γενομενος ο βασιλευς δια τους ορκους και τους συνανακειμενους ουκ ηθελησεν αυτην αθετησαι

27 και ευθεως αποστειλας ο βασιλευς σπεκουλατωρα επεταξεν ενεχθηναι την κεφαλην αυτου

28 ο δε απελθων απεκεφαλισεν αυτον εν τη φυλακη και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν αυτην τη μητρι αυτης

29 και ακουσαντες οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν τω μνημειω

Read full chapter