Add parallel Print Page Options

33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν [a]αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· [b]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 ὁ δὲ Ἰησοῦς [c]παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν οὐδένα [d]μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ [e]τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶ [f]ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον [g]καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40 καὶ κατεγέλων αὐτοῦ. [h]αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ [i]παιδίον· 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα [j]κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, [k]ἔγειρε. 42 καὶ [l]εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν [m]εὐθὺς ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:33 αὐτῇ WH Treg NIV ] ἐπ᾽ αὐτῇ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:34 Θυγάτηρ WH Treg NIV ] θύγατερ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:36 παρακούσας WH Treg NIV ] εὐθέως ἀκούσας RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:37 μετ᾽ αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:37 τὸν WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:38 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:38 καὶ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:40 αὐτὸς WH Treg NIV ] Ὁ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:40 παιδίον WH Treg NIV ] + ἀνακείμενον RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:41 κουμ WH Treg NIV ] κοῦμι RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:41 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:42 *εὐθὺς WH Treg NIV ] εὐθέως RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:42 *εὐθὺς WH Treg NIV ] – RP

33 η δε γυνη φοβηθεισα και τρεμουσα ειδυια ο γεγονεν επ αυτη ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν

34 ο δε ειπεν αυτη θυγατερ η πιστις σου σεσωκεν σε υπαγε εις ειρηνην και ισθι υγιης απο της μαστιγος σου

35 ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες οτι η θυγατηρ σου απεθανεν τι ετι σκυλλεις τον διδασκαλον

36 ο δε ιησους ευθεως ακουσας τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω μη φοβου μονον πιστευε

37 και ουκ αφηκεν ουδενα αυτω συνακολουθησαι ει μη πετρον και ιακωβον και ιωαννην τον αδελφον ιακωβου

38 και ερχεται εις τον οικον του αρχισυναγωγου και θεωρει θορυβον κλαιοντας και αλαλαζοντας πολλα

39 και εισελθων λεγει αυτοις τι θορυβεισθε και κλαιετε το παιδιον ουκ απεθανεν αλλα καθευδει

40 και κατεγελων αυτου ο δε εκβαλων απαντας παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μετ αυτου και εισπορευεται οπου ην το παιδιον ανακειμενον

41 και κρατησας της χειρος του παιδιου λεγει αυτη ταλιθα κουμι ο εστιν μεθερμηνευομενον το κορασιον σοι λεγω εγειραι

42 και ευθεως ανεστη το κορασιον και περιεπατει ην γαρ ετων δωδεκα και εξεστησαν εκστασει μεγαλη

43 και διεστειλατο αυτοις πολλα ινα μηδεις γνω τουτο και ειπεν δοθηναι αυτη φαγειν

Read full chapter