Add parallel Print Page Options

35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα [a]πλοῖα ἦν μετ’ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ [b]μεγάλη ἀνέμου, [c]καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε [d]ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38 καὶ [e]αὐτὸς ἦν [f]ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ [g]ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; [h]οὔπω ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα [i]ὑπακούει αὐτῷ;

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν [j]Γερασηνῶν. καὶ [k]ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου [l]εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ [m]οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς [n]ἴσχυεν αὐτὸν δαμάσαι· καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς [o]μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. [p]καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν [q]αὐτόν, καὶ κράξας φωνῇ μεγάλῃ [r]λέγει· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν· Τί [s]ὄνομά σοι; καὶ [t]λέγει αὐτῷ· [u]Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ [v]αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. 11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν [w]αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 καὶ ἐπέτρεψεν [x]αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, [y]ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 [z]Καὶ οἱ βόσκοντες [aa]αὐτοὺς ἔφυγον καὶ [ab]ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ [ac]ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον [ad]καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν [ae]λεγιῶνα, καὶ ἐφοβήθησαν. 16 [af]καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 καὶ [ag]ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα [ah]μετ’ αὐτοῦ ᾖ. 19 [ai]καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ [aj]ἀπάγγειλον αὐτοῖς ὅσα [ak]ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. 20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:36 πλοῖα WH Treg NIV ] δὲ πλοιάρια RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐν WH Treg NIV ] ἐπὶ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:40 οὔπω WH Treg NIV ] οὕτως Πῶς οὐκ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:41 ὑπακούει WH Treg NIV ] ὑπακούουσιν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:1 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:2 ἐξελθόντος αὐτοῦ WH Treg NIV ] ἐξελθόντι αὐτῷ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:2 εὐθὺς ὑπήντησεν WH Treg NIV ] εὐθέως ἀπήντησεν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:3 οὐδὲ ἁλύσει οὐκέτι WH Treg NIV ] οὔτε ἁλύσεσιν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:4 ἴσχυεν αὐτὸν WH Treg NIV ] αὐτὸν ἴσχυεν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:5 μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NIV ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:6 καὶ ἰδὼν WH Treg NIV ] Ἰδὼν δὲ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:6 αὐτόν WH ] αὐτῷ Treg NIV RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:7 λέγει WH Treg NIV ] εἶπεν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 ὄνομά σοι WH Treg NIV ] σοι ὄνομα RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 λέγει αὐτῷ WH Treg NIV ] ἀπεκρίθη λέγων RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 Λεγιὼν WH Treg NIV ] Λεγεὼν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:10 αὐτὰ WH Treg NIV ] αὐτοὺς RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:12 αὐτὸν WH Treg NIV ] + πάντες οἱ δαίμονες RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:13 αὐτοῖς WH Treg NIV ] + εὐθέως ὁ Ἰησοῦς RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:13 ὡς WH Treg NIV] ἦσαν δὲ ὡς RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 Καὶ οἱ WH Treg NIV ] Οἱ δὲ RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 αὐτοὺς WH Treg NIV ] τοὺς χοίρους RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 ἀπήγγειλαν WH Treg NIV ] ἀνήγγειλαν RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:14 ἦλθον WH Treg NIV ] ἐξῆλθον RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:15 καθήμενον WH Treg NIV ] + καὶ RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:15 λεγιῶνα WH Treg NIV ] Λεγεῶνα RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:16 καὶ διηγήσαντο WH Treg NIV ] Διηγήσαντο δὲ RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:18 ἐμβαίνοντος WH Treg NIV ] ἐμβάντος RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:18 μετ᾽ αὐτοῦ ᾖ WH Treg NIV ] ᾖ μετ᾽ αὐτοῦ RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 ἀπάγγειλον WH Treg NIV ] ἀνάγγειλον RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:19 ὁ κύριός σοι WH Treg NIV ] σοι ὁ κύριος RP

35 και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης διελθωμεν εις το περαν

36 και αφεντες τον οχλον παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω και αλλα δε πλοιαρια ην μετ αυτου

37 και γινεται λαιλαψ ανεμου μεγαλη τα δε κυματα επεβαλλεν εις το πλοιον ωστε αυτο ηδη γεμιζεσθαι

38 και ην αυτος επι τη πρυμνη επι το προσκεφαλαιον καθευδων και διεγειρουσιν αυτον και λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα

39 και διεγερθεις επετιμησεν τω ανεμω και ειπεν τη θαλασση σιωπα πεφιμωσο και εκοπασεν ο ανεμος και εγενετο γαληνη μεγαλη

40 και ειπεν αυτοις τι δειλοι εστε ουτως πως ουκ εχετε πιστιν

41 και εφοβηθησαν φοβον μεγαν και ελεγον προς αλληλους τις αρα ουτος εστιν οτι και ο ανεμος και η θαλασσα υπακουουσιν αυτω

και ηλθον εις το περαν της θαλασσης εις την χωραν των γαδαρηνων

και εξελθοντι αυτω εκ του πλοιου ευθεως απηντησεν αυτω εκ των μνημειων ανθρωπος εν πνευματι ακαθαρτω

ος την κατοικησιν ειχεν εν τοις μνημειοις και ουτε αλυσεσιν ουδεις ηδυνατο αυτον δησαι

δια το αυτον πολλακις πεδαις και αλυσεσιν δεδεσθαι και διεσπασθαι υπ αυτου τας αλυσεις και τας πεδας συντετριφθαι και ουδεις αυτον ισχυεν δαμασαι

και διαπαντος νυκτος και ημερας εν τοις ορεσιν και εν τοις μνημασιν ην κραζων και κατακοπτων εαυτον λιθοις

ιδων δε τον ιησουν απο μακροθεν εδραμεν και προσεκυνησεν αυτω

και κραξας φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε του θεου του υψιστου ορκιζω σε τον θεον μη με βασανισης

ελεγεν γαρ αυτω εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου

και επηρωτα αυτον τι σοι ονομα και απεκριθη λεγων λεγεων ονομα μοι οτι πολλοι εσμεν

10 και παρεκαλει αυτον πολλα ινα μη αυτους αποστειλη εξω της χωρας

11 ην δε εκει προς τα ορη αγελη χοιρων μεγαλη βοσκομενη

12 και παρεκαλεσαν αυτον παντες οι δαιμονες λεγοντες πεμψον ημας εις τους χοιρους ινα εις αυτους εισελθωμεν

13 και επετρεψεν αυτοις ευθεως ο ιησους και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν ησαν δε ως δισχιλιοι και επνιγοντο εν τη θαλασση

14 οι δε βοσκοντες τους χοιρους εφυγον και ανηγγειλαν εις την πολιν και εις τους αγρους και εξηλθον ιδειν τι εστιν το γεγονος

15 και ερχονται προς τον ιησουν και θεωρουσιν τον δαιμονιζομενον καθημενον και ιματισμενον και σωφρονουντα τον εσχηκοτα τον λεγεωνα και εφοβηθησαν

16 και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων

17 και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων

18 και εμβαντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα η μετ αυτου

19 ο δε ιησους ουκ αφηκεν αυτον αλλα λεγει αυτω υπαγε εις τον οικον σου προς τους σους και αναγγειλον αυτοις οσα σοι ο κυριος εποιησεν και ηλεησεν σε

20 και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους και παντες εθαυμαζον