Add parallel Print Page Options

13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν [a]εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [b]εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν [c]ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον [d]εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [e]εὐθὺς σκανδαλίζονται. 18 καὶ [f]ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· [g]οὗτοί εἰσιν οἱ τὸν λόγον [h]ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ [i]αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ [j]ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν [k]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

21 Καὶ ἔλεγεν [l]αὐτοῖς· Μήτι [m]ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [n]τεθῇ; 22 οὐ γάρ ἐστιν [o]κρυπτὸν ἐὰν μὴ [p]ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα [q]ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται [r]ὑμῖν. 25 ὃς γὰρ [s]ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ [t]ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 ὁμοίως WH Treg NIV RP ] – NA
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἄλλοι WH Treg NIV ] οὗτοί RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 οὗτοί εἰσιν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 κρυπτὸν WH Treg NIV ] τι κρυπτόν, ὃ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἵνα WH NIV ] – Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἔλθῃ εἰς φανερόν WH Treg NIV ] εἰς φανερὸν ἔλθῃ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 WH NIV RP ] ὃς Treg

13 και λεγει αυτοις ουκ οιδατε την παραβολην ταυτην και πως πασας τας παραβολας γνωσεσθε

14 ο σπειρων τον λογον σπειρει

15 ουτοι δε εισιν οι παρα την οδον οπου σπειρεται ο λογος και οταν ακουσωσιν ευθεως ερχεται ο σατανας και αιρει τον λογον τον εσπαρμενον εν ταις καρδιαις αυτων

16 και ουτοι εισιν ομοιως οι επι τα πετρωδη σπειρομενοι οι οταν ακουσωσιν τον λογον ευθεως μετα χαρας λαμβανουσιν αυτον

17 και ουκ εχουσιν ριζαν εν εαυτοις αλλα προσκαιροι εισιν ειτα γενομενης θλιψεως η διωγμου δια τον λογον ευθεως σκανδαλιζονται

18 και ουτοι εισιν οι εις τας ακανθας σπειρομενοι ουτοι εισιν οι τον λογον ακουοντες

19 και αι μεριμναι του αιωνος τουτου και η απατη του πλουτου και αι περι τα λοιπα επιθυμιαι εισπορευομεναι συμπνιγουσιν τον λογον και ακαρπος γινεται

20 και ουτοι εισιν οι επι την γην την καλην σπαρεντες οιτινες ακουουσιν τον λογον και παραδεχονται και καρποφορουσιν εν τριακοντα και εν εξηκοντα και εν εκατον

21 και ελεγεν αυτοις μητι ο λυχνος ερχεται ινα υπο τον μοδιον τεθη η υπο την κλινην ουχ ινα επι την λυχνιαν επιτεθη

22 ου γαρ εστιν τι κρυπτον ο εαν μη φανερωθη ουδε εγενετο αποκρυφον αλλ ινα εις φανερον ελθη

23 ει τις εχει ωτα ακουειν ακουετω

24 και ελεγεν αυτοις βλεπετε τι ακουετε εν ω μετρω μετρειτε μετρηθησεται υμιν και προστεθησεται υμιν τοις ακουουσιν

25 ος γαρ αν εχη δοθησεται αυτω και ος ουκ εχει και ο εχει αρθησεται απ αυτου

Read full chapter