Add parallel Print Page Options

18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [a]Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [b]μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον [c]ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν· 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν [d]ἐκείνῃ τῇ ἡμέρᾳ.

21 [e]Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ [f]ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα [g]ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, [h]ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος [i]ἀπόλλυται καὶ οἱ ἀσκοί. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς [j]καινούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 Φαρισαῖοι WH Treg NIV ] τῶν Φαρισαίων RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 μαθηταὶ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:19 ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν WH Treg NIV ] μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:20 ἐκείνῃ τῇ ἡμέρᾳ WH Treg NIV ] ἐκείναις ταῖς ἡμέραις RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 Οὐδεὶς WH Treg NIV ] Καὶ οὐδεὶς RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἱμάτιον παλαιόν WH Treg NIV ] ἱματίῳ παλαιῷ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἀπ’ WH NIV ] – Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ῥήξει ὁ οἶνος WH Treg NIV ] ῥήσσει ὁ οἶνος ὁ νέος RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ἀπόλλυται καὶ οἱ ἀσκοί WH Treg NIV ] ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 καινούς WH NIV ] + βλητέον Treg RP

18 και ησαν οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευοντες και ερχονται και λεγουσιν αυτω διατι οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευουσιν οι δε σοι μαθηται ου νηστευουσιν

19 και ειπεν αυτοις ο ιησους μη δυνανται οι υιοι του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν νηστευειν οσον χρονον μεθ εαυτων εχουσιν τον νυμφιον ου δυνανται νηστευειν

20 ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος και τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις

21 και ουδεις επιβλημα ρακους αγναφου επιρραπτει επι ιματιω παλαιω ει δε μη αιρει το πληρωμα αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται

22 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη ρησσει ο οινος ο νεος τους ασκους και ο οινος εκχειται και οι ασκοι απολουνται αλλα οινον νεον εις ασκους καινους βλητεον

Read full chapter