Add parallel Print Page Options

33 [a]Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [b]ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [c]μεγάλῃ· Ἐλωῒ ἐλωῒ [d]λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [e]ἐγκατέλιπές με; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· [f]Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ [g]τις καὶ γεμίσας σπόγγον ὄξους [h]περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι [i]οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς [j]οὗτος ὁ ἄνθρωπος υἱὸς [k]θεοῦ ἦν.

40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν [l]αἷς καὶ [m]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [n]ἡ Ἰακώβου τοῦ μικροῦ καὶ [o]Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, 41 [p]αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 μεγάλῃ WH Treg NIV ] + λέγων RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:35 Ἴδε WH Treg NIV ] Ἰδού RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 περιθεὶς WH Treg NIV ] + τε RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὕτως WH NA ] + κράξας Treg NIV RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 αἷς WH NIV ] + ἦν Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Μαρία Treg NIV RP ] Μαριὰμ WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 WH Treg NIV ] + τοῦ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:41 αἳ WH NIV ] + καί Treg RP