Add parallel Print Page Options

33 [a]Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [b]ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [c]μεγάλῃ· Ἐλωῒ ἐλωῒ [d]λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [e]ἐγκατέλιπές με; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· [f]Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ [g]τις καὶ γεμίσας σπόγγον ὄξους [h]περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 μεγάλῃ WH Treg NIV ] + λέγων RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:35 Ἴδε WH Treg NIV ] Ἰδού RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 περιθεὶς WH Treg NIV ] + τε RP

33 γενομενης δε ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας εννατης

34 και τη ωρα τη εννατη εβοησεν ο ιησους φωνη μεγαλη λεγων ελωι ελωι λαμμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι με εγκατελιπες

35 και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδου ηλιαν φωνει

36 δραμων δε εις και γεμισας σπογγον οξους περιθεις τε καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον

37 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν

Read full chapter