Add parallel Print Page Options

33 βλέπετε [a]ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, [b]ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, [c]ἢ ὀψὲ ἢ [d]μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 [e]ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 ἀγρυπνεῖτε WH NIV ] + καὶ προσεύχεσθε Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 μεσονύκτιον WH Treg NIV ] μεσονυκτίου RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:37 WH Treg NIV ] Ἃ RP

33 βλεπετε αγρυπνειτε και προσευχεσθε ουκ οιδατε γαρ ποτε ο καιρος εστιν

34 ως ανθρωπος αποδημος αφεις την οικιαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν και εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη

35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιας η πρωι

36 μη ελθων εξαιφνης ευρη υμας καθευδοντας

37 α δε υμιν λεγω πασιν λεγω γρηγορειτε

Read full chapter