Add parallel Print Page Options

28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, [a]ἰδὼν ὅτι καλῶς [b]ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν [c]ἐντολὴ πρώτη πάντων; 29 [d]ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη [e]ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [f]τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος [g]σου. 31 [h]δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 [i]καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης [j]τῆς καρδίας καὶ ἐξ ὅλης τῆς [k]συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν [l]περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν [m]αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἰδὼν Treg NIV ] εἰδὼς WH RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἀπεκρίθη αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἀπεκρίθη RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἐντολὴ πρώτη πάντων WH Treg NIV ] πρώτη πάντων ἐντολή RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἀπεκρίθη ὁ Ἰησοῦς WH NIV ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἐστίν WH Treg NIV ] πάντων τῶν ἐντολῶν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 τῆς Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 σου WH NIV] + αὕτη πρώτη ἐντολή Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:31 δευτέρα WH NIV ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:32 καὶ Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 τῆς Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 συνέσεως WH NIV ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 περισσότερόν WH Treg NIV ] πλεῖόν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:34 αὐτὸν WH Treg RP NA ] – NIV

28 και προσελθων εις των γραμματεων ακουσας αυτων συζητουντων ειδως οτι καλως αυτοις απεκριθη επηρωτησεν αυτον ποια εστιν πρωτη πασων εντολη

29 ο δε ιησους απεκριθη αυτω οτι πρωτη πασων των εντολων ακουε ισραηλ κυριος ο θεος ημων κυριος εις εστιν

30 και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου αυτη πρωτη εντολη

31 και δευτερα ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον μειζων τουτων αλλη εντολη ουκ εστιν

32 και ειπεν αυτω ο γραμματευς καλως διδασκαλε επ αληθειας ειπας οτι εις εστιν θεος και ουκ εστιν αλλος πλην αυτου

33 και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ψυχης και εξ ολης της ισχυος και το αγαπαν τον πλησιον ως εαυτον πλειον εστιν παντων των ολοκαυτωματων και των θυσιων

34 και ο ιησους ιδων αυτον οτι νουνεχως απεκριθη ειπεν αυτω ου μακραν ει απο της βασιλειας του θεου και ουδεις ουκετι ετολμα αυτον επερωτησαι

Read full chapter