Add parallel Print Page Options

27 οὐκ ἔστιν [a]θεὸς νεκρῶν [b]ἀλλὰ ζώντων· [c]πολὺ πλανᾶσθε.

28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, [d]ἰδὼν ὅτι καλῶς [e]ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν [f]ἐντολὴ πρώτη πάντων; 29 [g]ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη [h]ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [i]τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος [j]σου. 31 [k]δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 [l]καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης [m]τῆς καρδίας καὶ ἐξ ὅλης τῆς [n]συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν [o]περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν [p]αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς [q]Δαυίδ ἐστιν; 36 [r]αὐτὸς Δαυὶδ εἶπεν ἐν [s]τῷ πνεύματι τῷ ἁγίῳ· [t]Εἶπεν [u]κύριος τῷ κυρίῳ μου· [v]Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [w]ὑποκάτω τῶν ποδῶν σου. 37 [x]αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν [y]αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

38 Καὶ [z]ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 θεὸς WH Treg NA ] ὁ θεὸς NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 ἀλλὰ WH Treg NIV ] + θεὸς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 πολὺ WH NIV ] ὑμεῖς οὖν πολὺ Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἰδὼν Treg NIV ] εἰδὼς WH RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἀπεκρίθη αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἀπεκρίθη RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἐντολὴ πρώτη πάντων WH Treg NIV ] πρώτη πάντων ἐντολή RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἀπεκρίθη ὁ Ἰησοῦς WH NIV ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἐστίν WH Treg NIV ] πάντων τῶν ἐντολῶν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 τῆς Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 σου WH NIV] + αὕτη πρώτη ἐντολή Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:31 δευτέρα WH NIV ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:32 καὶ Treg NIV RP ] – WH
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 τῆς Treg NIV RP ] – WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 συνέσεως WH NIV ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 περισσότερόν WH Treg NIV ] πλεῖόν RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:34 αὐτὸν WH Treg RP NA ] – NIV
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:35 Δαυίδ ἐστιν WH Treg NIV ] ἐστιν Δαυίδ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 αὐτὸς WH NIV ] + γὰρ Treg RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 τῷ πνεύματι τῷ WH Treg NIV ] πνεύματι RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Εἶπεν WH NIV ] Λέγει Treg RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 κύριος WH Treg NIV ] ὁ κύριος RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Κάθου WH NIV RP ] Κάθισον Treg
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 ὑποκάτω WH NIV ] ὑποπόδιον Treg RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτὸς WH Treg NIV ] + οὖν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτοῦ ἐστιν υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ ἐστιν RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:38 ἐν … αὐτοῦ ἔλεγεν WH Treg NIV ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP

27 ουκ εστιν ο θεος νεκρων αλλα θεος ζωντων υμεις ουν πολυ πλανασθε

28 και προσελθων εις των γραμματεων ακουσας αυτων συζητουντων ειδως οτι καλως αυτοις απεκριθη επηρωτησεν αυτον ποια εστιν πρωτη πασων εντολη

29 ο δε ιησους απεκριθη αυτω οτι πρωτη πασων των εντολων ακουε ισραηλ κυριος ο θεος ημων κυριος εις εστιν

30 και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου αυτη πρωτη εντολη

31 και δευτερα ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον μειζων τουτων αλλη εντολη ουκ εστιν

32 και ειπεν αυτω ο γραμματευς καλως διδασκαλε επ αληθειας ειπας οτι εις εστιν θεος και ουκ εστιν αλλος πλην αυτου

33 και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ψυχης και εξ ολης της ισχυος και το αγαπαν τον πλησιον ως εαυτον πλειον εστιν παντων των ολοκαυτωματων και των θυσιων

34 και ο ιησους ιδων αυτον οτι νουνεχως απεκριθη ειπεν αυτω ου μακραν ει απο της βασιλειας του θεου και ουδεις ουκετι ετολμα αυτον επερωτησαι

35 και αποκριθεις ο ιησους ελεγεν διδασκων εν τω ιερω πως λεγουσιν οι γραμματεις οτι ο χριστος υιος εστιν δαβιδ

36 αυτος γαρ δαβιδ ειπεν εν τω πνευματι τω αγιω ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου

37 αυτος ουν δαβιδ λεγει αυτον κυριον και ποθεν υιος αυτου εστιν και ο πολυς οχλος ηκουεν αυτου ηδεως

38 και ελεγεν αυτοις εν τη διδαχη αυτου βλεπετε απο των γραμματεων των θελοντων εν στολαις περιπατειν και ασπασμους εν ταις αγοραις

Read full chapter