Add parallel Print Page Options

32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, [a]οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ [b]τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ [c]ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ [d]ἀποκτενοῦσιν, καὶ [e]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης [f]οἱ υἱοὶ Ζεβεδαίου λέγοντες [g]αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν [h]σε ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε [i]ποιήσω ὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς [j]σου ἐκ δεξιῶν καὶ εἷς ἐξ [k]ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, [l]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· [m]Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου [n]ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 [o]καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτως δέ [p]ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς [q]ἂν θέλῃ [r]μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς [s]ἂν θέλῃ [t]ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:32 οἱ δὲ WH Treg NIV ] καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:33 τοῖς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NIV ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἀποκτενοῦσιν WH NIV ] + αὐτόν Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 οἱ Treg NIV RP ] + δύο WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 αὐτῷ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 σε WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:36 ποιήσω WH Treg ] με ποιήσω NIV; ποιῆσαί με RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 σου ἐκ δεξιῶν WH Treg NIV ] ἐκ δεξιῶν σου RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 ἀριστερῶν WH Treg NIV ] εὐωνύμων σου RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:38 WH Treg NIV ] καὶ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:39 Τὸ WH Treg NIV ] + μὲν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:40 WH Treg NIV ] καὶ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἐστιν WH Treg NIV ] ἔσται RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἂν WH Treg NIV ] ἐὰν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 μέγας γενέσθαι WH Treg NIV ] γενέσθαι μέγας RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἂν WH NIV ] ἐὰν Treg RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἐν ὑμῖν εἶναι WH NIV ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP

32 ησαν δε εν τη οδω αναβαινοντες εις ιεροσολυμα και ην προαγων αυτους ο ιησους και εθαμβουντο και ακολουθουντες εφοβουντο και παραλαβων παλιν τους δωδεκα ηρξατο αυτοις λεγειν τα μελλοντα αυτω συμβαινειν

33 οτι ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και τοις γραμματευσιν και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοις εθνεσιν

34 και εμπαιξουσιν αυτω και μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον και τη τριτη ημερα αναστησεται

35 και προσπορευονται αυτω ιακωβος και ιωαννης οι υιοι ζεβεδαιου λεγοντες διδασκαλε θελομεν ινα ο εαν αιτησωμεν ποιησης ημιν

36 ο δε ειπεν αυτοις τι θελετε ποιησαι με υμιν

37 οι δε ειπον αυτω δος ημιν ινα εις εκ δεξιων σου και εις εξ ευωνυμων σου καθισωμεν εν τη δοξη σου

38 ο δε ιησους ειπεν αυτοις ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω πινω και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι

39 οι δε ειπον αυτω δυναμεθα ο δε ιησους ειπεν αυτοις το μεν ποτηριον ο εγω πινω πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε

40 το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται

41 και ακουσαντες οι δεκα ηρξαντο αγανακτειν περι ιακωβου και ιωαννου

42 ο δε ιησους προσκαλεσαμενος αυτους λεγει αυτοις οιδατε οτι οι δοκουντες αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων

43 ουχ ουτως δε εσται εν υμιν αλλ ος εαν θελη γενεσθαι μεγας εν υμιν εσται διακονος υμων

44 και ος αν θελη υμων γενεσθαι πρωτος εσται παντων δουλος

45 και γαρ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων

Read full chapter