Add parallel Print Page Options

13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα [a]αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ [b]ἐπετίμησαν αὐτοῖς. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς [c]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ [d]κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 αὐτῶν ἅψηται WH NIV ] ἅψηται αὐτῶν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 ἐπετίμησαν αὐτοῖς WH NIV ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15 ἂν WH Treg NIV ] ἐὰν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:16 κατευλόγει τιθεὶς … αὐτά WH NIV ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP